Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 25,  στἰχοι 5-10

5 ἐὰν δὲ κατοικω̃σιν ἀδελφοὶ ἐπὶ τὸ αὐτὸ καὶ ἀποθάνη̨ εἱ̃ς ἐξ αὐτω̃ν σπέρμα δὲ μὴ ἠ̨̃ αὐτω̨̃ οὐκ ἔσται ἡ γυνὴ του̃ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι ὁ ἀδελφὸς του̃ ἀνδρὸς αὐτη̃ς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήμψεται αὐτὴν ἑαυτω̨̃ γυναι̃κα καὶ συνοικήσει αὐτη̨̃
6 καὶ ἔσται τὸ παιδίον ὃ ἐὰν τέκη̨ κατασταθήσεται ἐκ του̃ ὀνόματος του̃ τετελευτηκότος καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτου̃ ἐξ Ισραηλ
7 ἐὰν δὲ μὴ βούληται ὁ ἄνθρωπος λαβει̃ν τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἀναβήσεται ἡ γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρει̃ οὐ θέλει ὁ ἀδελφὸς του̃ ἀνδρός μου ἀναστη̃σαι τὸ ὄνομα του̃ ἀδελφου̃ αὐτου̃ ἐν Ισραηλ οὐκ ἠθέλησεν ὁ ἀδελφὸς του̃ ἀνδρός μου
8 καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τη̃ς πόλεως αὐτου̃ καὶ ἐρου̃σιν αὐτω̨̃ καὶ στὰς εἴπη̨ οὐ βούλομαι λαβει̃ν αὐτήν
9 καὶ προσελθου̃σα ἡ γυνὴ του̃ ἀδελφου̃ αὐτου̃ ἔναντι τη̃ς γερουσίας καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτου̃ τὸ ἓν ἀπὸ του̃ ποδὸς αὐτου̃ καὶ ἐμπτύσεται εἰς τὸ πρόσωπον αὐτου̃ καὶ ἀποκριθει̃σα ἐρει̃ οὕτως ποιήσουσιν τω̨̃ ἀνθρώπω̨ ὃς οὐκ οἰκοδομήσει τὸν οἰ̃κον του̃ ἀδελφου̃ αὐτου̃
10 καὶ κληθήσεται τὸ ὄνομα αὐτου̃ ἐν Ισραηλ οἰ̃κος του̃ ὑπολυθέντος τὸ ὑπόδημα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.