Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 32

πρόσεχε οὐρανέ καὶ λαλήσω καὶ ἀκουέτω γη̃ ῥήματα ἐκ στόματός μου
προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον
ὅτι ὄνομα κυρίου ἐκάλεσα δότε μεγαλωσύνην τω̨̃ θεω̨̃ ἡμω̃ν
θεός ἀληθινὰ τὰ ἔργα αὐτου̃ καὶ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ κρίσεις θεὸς πιστός καὶ οὐκ ἔστιν ἀδικία δίκαιος καὶ ὅσιος κύριος
ἡμάρτοσαν οὐκ αὐτω̨̃ τέκνα μωμητά γενεὰ σκολιὰ καὶ διεστραμμένη
ταυ̃τα κυρίω̨ ἀνταποδίδοτε οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός οὐκ αὐτὸς οὑ̃τός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε
μνήσθητε ἡμέρας αἰω̃νος σύνετε ἔτη γενεα̃ς γενεω̃ν ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελει̃ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐρου̃σίν σοι
ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη ὡς διέσπειρεν υἱοὺς Αδαμ ἔστησεν ὅρια ἐθνω̃ν κατὰ ἀριθμὸν ἀγγέλων θεου̃
καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτου̃ Ιακωβ σχοίνισμα κληρονομίας αὐτου̃ Ισραηλ
10 αὐτάρκησεν αὐτὸν ἐν γη̨̃ ἐρήμω̨ ἐν δίψει καύματος ἐν ἀνύδρω̨ ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμου̃
11 ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτου̃ καὶ ἐπὶ τοι̃ς νεοσσοι̃ς αὐτου̃ ἐπεπόθησεν διεὶς τὰς πτέρυγας αὐτου̃ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τω̃ν μεταφρένων αὐτου̃
12 κύριος μόνος ἠ̃γεν αὐτούς καὶ οὐκ ἠ̃ν μετ' αὐτω̃ν θεὸς ἀλλότριος
13 ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τη̃ς γη̃ς ἐψώμισεν αὐτοὺς γενήματα ἀγρω̃ν ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεα̃ς πέτρας
14 βούτυρον βοω̃ν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνω̃ν καὶ κριω̃ν υἱω̃ν ταύρων καὶ τράγων μετὰ στέατος νεφρω̃ν πυρου̃ καὶ αἱ̃μα σταφυλη̃ς ἔπιον οἰ̃νον
15 καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεου̃ σωτη̃ρος αὐτου̃
16 παρώξυνάν με ἐπ' ἀλλοτρίοις ἐν βδελύγμασιν αὐτω̃ν ἐξεπίκρανάν με
17 ἔθυσαν δαιμονίοις καὶ οὐ θεω̨̃ θεοι̃ς οἱ̃ς οὐκ ἤ̨δεισαν καινοὶ πρόσφατοι ἥκασιν οὓς οὐκ ἤ̨δεισαν οἱ πατέρες αὐτω̃ν
18 θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεου̃ του̃ τρέφοντός σε
19 καὶ εἰ̃δεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι' ὀργὴν υἱω̃ν αὐτου̃ καὶ θυγατέρων
20 καὶ εἰ̃πεν ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ δείξω τί ἔσται αὐτοι̃ς ἐπ' ἐσχάτων ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν υἱοί οἱ̃ς οὐκ ἔστιν πίστις ἐν αὐτοι̃ς
21 αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεω̨̃ παρώργισάν με ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει ἐπ' ἔθνει ἀσυνέτω̨ παροργιω̃ αὐτούς
22 ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου καυθήσεται ἕως ἅ̨δου κάτω καταφάγεται γη̃ν καὶ τὰ γενήματα αὐτη̃ς φλέξει θεμέλια ὀρέων
23 συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς
24 τηκόμενοι λιμω̨̃ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος ὀδόντας θηρίων ἀποστελω̃ εἰς αὐτοὺς μετὰ θυμου̃ συρόντων ἐπὶ γη̃ς
25 ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τω̃ν ταμιείων φόβος νεανίσκος σὺν παρθένω̨ θηλάζων μετὰ καθεστηκότος πρεσβύτου
26 εἰ̃πα διασπερω̃ αὐτούς παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτω̃ν
27 εἰ μὴ δι' ὀργὴν ἐχθρω̃ν ἵνα μὴ μακροχρονίσωσιν καὶ ἵνα μὴ συνεπιθω̃νται οἱ ὑπεναντίοι μὴ εἴπωσιν ἡ χεὶρ ἡμω̃ν ἡ ὑψηλὴ καὶ οὐχὶ κύριος ἐποίησεν ταυ̃τα πάντα
28 ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ἐπιστήμη
29 οὐκ ἐφρόνησαν συνιέναι ταυ̃τα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον
30 πω̃ς διώξεται εἱ̃ς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν αὐτούς
31 ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμω̃ν οἱ θεοὶ αὐτω̃ν οἱ δὲ ἐχθροὶ ἡμω̃ν ἀνόητοι
32 ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτω̃ν καὶ ἡ κληματὶς αὐτω̃ν ἐκ Γομορρας ἡ σταφυλὴ αὐτω̃ν σταφυλὴ χολη̃ς βότρυς πικρίας αὐτοι̃ς
33 θυμὸς δρακόντων ὁ οἰ̃νος αὐτω̃ν καὶ θυμὸς ἀσπίδων ἀνίατος
34 οὐκ ἰδοὺ ταυ̃τα συνη̃κται παρ' ἐμοὶ καὶ ἐσφράγισται ἐν τοι̃ς θησαυροι̃ς μου
35 ἐν ἡμέρα̨ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρω̨̃ ὅταν σφαλη̨̃ ὁ ποὺς αὐτω̃ν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτω̃ν καὶ πάρεστιν ἕτοιμα ὑμι̃ν
36 ὅτι κρινει̃ κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται εἰ̃δεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγη̨̃ καὶ παρειμένους
37 καὶ εἰ̃πεν κύριος που̃ εἰσιν οἱ θεοὶ αὐτω̃ν ἐφ' οἱ̃ς ἐπεποίθεισαν ἐπ' αὐτοι̃ς
38 ὡ̃ν τὸ στέαρ τω̃ν θυσιω̃ν αὐτω̃ν ἠσθίετε καὶ ἐπίνετε τὸν οἰ̃νον τω̃ν σπονδω̃ν αὐτω̃ν ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμι̃ν καὶ γενηθήτωσαν ὑμι̃ν σκεπασταί
39 ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμου̃ ἐγὼ ἀποκτενω̃ καὶ ζη̃ν ποιήσω πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελει̃ται ἐκ τω̃ν χειρω̃ν μου
40 ὅτι ἀρω̃ εἰς τὸν οὐρανὸν τὴν χει̃ρά μου καὶ ὀμου̃μαι τη̨̃ δεξια̨̃ μου καὶ ἐρω̃ ζω̃ ἐγὼ εἰς τὸν αἰω̃να
41 ὅτι παροξυνω̃ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ ἀνταποδώσω δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σίν με ἀνταποδώσω
42 μεθύσω τὰ βέλη μου ἀφ' αἵματος καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα ἀφ' αἵματος τραυματιω̃ν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλη̃ς ἀρχόντων ἐχθρω̃ν
43 εὐφράνθητε οὐρανοί ἅμα αὐτω̨̃ καὶ προσκυνησάτωσαν αὐτω̨̃ πάντες υἱοὶ θεου̃ εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃ καὶ ἐνισχυσάτωσαν αὐτω̨̃ πάντες ἄγγελοι θεου̃ ὅτι τὸ αἱ̃μα τω̃ν υἱω̃ν αὐτου̃ ἐκδικα̃ται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σιν ἀνταποδώσει καὶ ἐκκαθαριει̃ κύριος τὴν γη̃ν του̃ λαου̃ αὐτου̃
44 καὶ ἔγραψεν Μωυση̃ς τὴν ὠ̨δὴν ταύτην ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ εἰση̃λθεν Μωυση̃ς καὶ ἐλάλησεν πάντας τοὺς λόγους του̃ νόμου τούτου εἰς τὰ ὠ̃τα του̃ λαου̃ αὐτὸς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη
45 καὶ συνετέλεσεν Μωυση̃ς λαλω̃ν παντὶ Ισραηλ
46 καὶ εἰ̃πεν πρὸς αὐτούς προσέχετε τη̨̃ καρδία̨ ἐπὶ πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμι̃ν σήμερον ἃ ἐντελει̃σθε τοι̃ς υἱοι̃ς ὑμω̃ν φυλάσσειν καὶ ποιει̃ν πάντας τοὺς λόγους του̃ νόμου τούτου
47 ὅτι οὐχὶ λόγος κενὸς οὑ̃τος ὑμι̃ν ὅτι αὕτη ἡ ζωὴ ὑμω̃ν καὶ ἕνεκεν του̃ λόγου τούτου μακροημερεύσετε ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν
48 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ λέγων
49 ἀνάβηθι εἰς τὸ ὄρος τὸ Αβαριν του̃το ὄρος Ναβαυ ὅ ἐστιν ἐν γη̨̃ Μωαβ κατὰ πρόσωπον Ιεριχω καὶ ἰδὲ τὴν γη̃ν Χανααν ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ εἰς κατάσχεσιν
50 καὶ τελεύτα ἐν τω̨̃ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκει̃ καὶ προστέθητι πρὸς τὸν λαόν σου ὃν τρόπον ἀπέθανεν Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τω̨̃ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃
51 διότι ἠπειθήσατε τω̨̃ ῥήματί μου ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ἐπὶ του̃ ὕδατος ἀντιλογίας Καδης ἐν τη̨̃ ἐρήμω̨ Σιν διότι οὐχ ἡγιάσατέ με ἐν τοι̃ς υἱοι̃ς Ισραηλ
52 ὅτι ἀπέναντι ὄψη̨ τὴν γη̃ν καὶ ἐκει̃ οὐκ εἰσελεύση̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.