ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ,
κεφαλίς 34,
στἰχοι 5-12
5 καὶ ἐτελεύτησεν Μωυση̃ς οἰκέτης κυρίου ἐν γη̨̃ Μωαβ διὰ ῥήματος κυρίου |
6 καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γη̨̃ Μωαβ ἐγγὺς οἴκου Φογωρ καὶ οὐκ οἰ̃δεν οὐδεὶς τὴν ταφὴν αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης |
7 Μωυση̃ς δὲ ἠ̃ν ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐν τω̨̃ τελευτα̃ν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτου̃ |
8 καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυση̃ν ἐν Αραβωθ Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμου̃ Μωυση̃ |
9 καὶ 'Ιησου̃ς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυση̃ς τὰς χει̃ρας αὐτου̃ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτου̃ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ |
10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυση̃ς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον |
11 ἐν πα̃σι τοι̃ς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιη̃σαι αὐτὰ ἐν γη̨̃ Αἰγύπτω̨ Φαραω καὶ τοι̃ς θεράπουσιν αὐτου̃ καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ |
12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χει̃ρα τὴν κραταιάν ἃ ἐποίησεν Μωυση̃ς ἔναντι παντὸς Ισραηλ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.