1 πάσας τὰς ἐντολάς ἃς ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον φυλάξεσθε ποιει̃ν ἵνα ζη̃τε καὶ πολυπλασιασθη̃τε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν |
2 καὶ μνησθήση̨ πα̃σαν τὴν ὁδόν ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τη̨̃ ἐρήμω̨ ὅπως ἂν κακώση̨ σε καὶ ἐκπειράση̨ σε καὶ διαγνωσθη̨̃ τὰ ἐν τη̨̃ καρδία̨ σου εἰ φυλάξη̨ τὰς ἐντολὰς αὐτου̃ ἢ οὔ |
3 καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα ἀναγγείλη̨ σοι ὅτι οὐκ ἐπ' ἄρτω̨ μόνω̨ ζήσεται ὁ ἄνθρωπος ἀλλ' ἐπὶ παντὶ ῥήματι τω̨̃ ἐκπορευομένω̨ διὰ στόματος θεου̃ ζήσεται ὁ ἄνθρωπος |
4 τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σου̃ οἱ πόδες σου οὐκ ἐτυλώθησαν ἰδοὺ τεσσαράκοντα ἔτη |
5 καὶ γνώση̨ τη̨̃ καρδία̨ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτου̃ οὕτως κύριος ὁ θεός σου παιδεύσει σε |
6 καὶ φυλάξη̨ τὰς ἐντολὰς κυρίου του̃ θεου̃ σου πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ φοβει̃σθαι αὐτόν |
7 ὁ γὰρ κύριος ὁ θεός σου εἰσάγει σε εἰς γη̃ν ἀγαθὴν καὶ πολλήν οὑ̃ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τω̃ν πεδίων καὶ διὰ τω̃ν ὀρέων |
8 γη̃ πυρου̃ καὶ κριθη̃ς ἄμπελοι συκαι̃ ῥόαι γη̃ ἐλαίας ἐλαίου καὶ μέλιτος |
9 γη̃ ἐφ' ἡ̃ς οὐ μετὰ πτωχείας φάγη̨ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήση̨ οὐδὲν ἐπ' αὐτη̃ς γη̃ ἡ̃ς οἱ λίθοι σίδηρος καὶ ἐκ τω̃ν ὀρέων αὐτη̃ς μεταλλεύσεις χαλκόν |
10 καὶ φάγη̨ καὶ ἐμπλησθήση̨ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ἡ̃ς ἔδωκέν σοι |
11 πρόσεχε σεαυτω̨̃ μὴ ἐπιλάθη̨ κυρίου του̃ θεου̃ σου του̃ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον |
12 μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐται̃ς |
13 καὶ τω̃ν βοω̃ν σου καὶ τω̃ν προβάτων σου πληθυνθέντων σοι ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι |
14 ὑψωθη̨̃ς τη̨̃ καρδία̨ καὶ ἐπιλάθη̨ κυρίου του̃ θεου̃ σου του̃ ἐξαγαγόντος σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας |
15 του̃ ἀγαγόντος σε διὰ τη̃ς ἐρήμου τη̃ς μεγάλης καὶ τη̃ς φοβερα̃ς ἐκείνης οὑ̃ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα οὑ̃ οὐκ ἠ̃ν ὕδωρ του̃ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος |
16 του̃ ψωμίσαντός σε τὸ μαννα ἐν τη̨̃ ἐρήμω̨ ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα κακώση̨ σε καὶ ἐκπειράση̨ σε καὶ εὐ̃ σε ποιήση̨ ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν σου |
17 μὴ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου ἡ ἰσχύς μου καὶ τὸ κράτος τη̃ς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην |
18 καὶ μνησθήση̨ κυρίου του̃ θεου̃ σου ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν του̃ ποιη̃σαι δύναμιν καὶ ἵνα στήση̨ τὴν διαθήκην αὐτου̃ ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν σου ὡς σήμερον |
19 καὶ ἔσται ἐὰν λήθη̨ ἐπιλάθη̨ κυρίου του̃ θεου̃ σου καὶ πορευθη̨̃ς ὀπίσω θεω̃ν ἑτέρων καὶ λατρεύση̨ς αὐτοι̃ς καὶ προσκυνήση̨ς αὐτοι̃ς διαμαρτύρομαι ὑμι̃ν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γη̃ν ὅτι ἀπωλεία̨ ἀπολει̃σθε |
20 καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμω̃ν οὕτως ἀπολει̃σθε ἀνθ' ὡ̃ν οὐκ ἠκούσατε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν |