Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 1

1 ῥήματα 'Εκκλησιαστου̃ υἱου̃ Δαυιδ βασιλέως Ισραηλ ἐν Ιερουσαλημ
2 ματαιότης ματαιοτήτων εἰ̃πεν ὁ 'Εκκλησιαστής ματαιότης ματαιοτήτων τὰ πάντα ματαιότης
3 τίς περισσεία τω̨̃ ἀνθρώπω̨ ἐν παντὶ μόχθω̨ αὐτου̃ ὡ̨̃ μοχθει̃ ὑπὸ τὸν ἥλιον
4 γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται καὶ ἡ γη̃ εἰς τὸν αἰω̃να ἕστηκεν
5 καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτου̃ ἕλκει
6 ἀνατέλλων αὐτὸς ἐκει̃ πορεύεται πρὸς νότον καὶ κυκλοι̃ πρὸς βορρα̃ν κυκλοι̃ κυκλω̃ν πορεύεται τὸ πνευ̃μα καὶ ἐπὶ κύκλους αὐτου̃ ἐπιστρέφει τὸ πνευ̃μα
7 πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιμπλαμένη εἰς τόπον οὑ̃ οἱ χείμαρροι πορεύονται ἐκει̃ αὐτοὶ ἐπιστρέφουσιν του̃ πορευθη̃ναι
8 πάντες οἱ λόγοι ἔγκοποι οὐ δυνήσεται ἀνὴρ του̃ λαλει̃ν καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς του̃ ὁρα̃ν καὶ οὐ πληρωθήσεται οὐ̃ς ἀπὸ ἀκροάσεως
9 τί τὸ γεγονός αὐτὸ τὸ γενησόμενον καὶ τί τὸ πεποιημένον αὐτὸ τὸ ποιηθησόμενον καὶ οὐκ ἔστιν πα̃ν πρόσφατον ὑπὸ τὸν ἥλιον
10 ὃς λαλήσει καὶ ἐρει̃ ἰδὲ του̃το καινόν ἐστιν ἤδη γέγονεν ἐν τοι̃ς αἰω̃σιν τοι̃ς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμω̃ν
11 οὐκ ἔστιν μνήμη τοι̃ς πρώτοις καί γε τοι̃ς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτοι̃ς μνήμη μετὰ τω̃ν γενησομένων εἰς τὴν ἐσχάτην
12 ἐγὼ 'Εκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ Ισραηλ ἐν Ιερουσαλημ
13 καὶ ἔδωκα τὴν καρδίαν μου του̃ ἐκζητη̃σαι καὶ του̃ κατασκέψασθαι ἐν τη̨̃ σοφία̨ περὶ πάντων τω̃ν γινομένων ὑπὸ τὸν οὐρανόν ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου του̃ περισπα̃σθαι ἐν αὐτω̨̃
14 εἰ̃δον σὺν πάντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος
15 διεστραμμένον οὐ δυνήσεται του̃ ἐπικοσμηθη̃ναι καὶ ὑστέρημα οὐ δυνήσεται του̃ ἀριθμηθη̃ναι
16 ἐλάλησα ἐγὼ ἐν καρδία̨ μου τω̨̃ λέγειν ἐγὼ ἰδοὺ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πα̃σιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ιερουσαλημ καὶ καρδία μου εἰ̃δεν πολλά σοφίαν καὶ γνω̃σιν
17 καὶ ἔδωκα καρδίαν μου του̃ γνω̃ναι σοφίαν καὶ γνω̃σιν παραβολὰς καὶ ἐπιστήμην ἔγνων ὅτι καί γε του̃τ' ἔστιν προαίρεσις πνεύματος
18 ὅτι ἐν πλήθει σοφίας πλη̃θος γνώσεως καὶ ὁ προστιθεὶς γνω̃σιν προσθήσει ἄλγημα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.