ΕΞΟΔΟΣ,
κεφαλίς 24
1 καὶ Μωυση̨̃ εἰ̃πεν ἀνάβηθι πρὸς κύριον σὺ καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τω̃ν πρεσβυτέρων Ισραηλ καὶ προσκυνήσουσιν μακρόθεν τω̨̃ κυρίω̨ |
2 καὶ ἐγγιει̃ Μωυση̃ς μόνος πρὸς τὸν θεόν αὐτοὶ δὲ οὐκ ἐγγιου̃σιν ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ' αὐτω̃ν |
3 εἰση̃λθεν δὲ Μωυση̃ς καὶ διηγήσατο τω̨̃ λαω̨̃ πάντα τὰ ῥήματα του̃ θεου̃ καὶ τὰ δικαιώματα ἀπεκρίθη δὲ πα̃ς ὁ λαὸς φωνη̨̃ μια̨̃ λέγοντες πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα |
4 καὶ ἔγραψεν Μωυση̃ς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ Μωυση̃ς τὸ πρωὶ ὠ̨κοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς του̃ Ισραηλ |
5 καὶ ἐξαπέστειλεν τοὺς νεανίσκους τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τω̨̃ θεω̨̃ μοσχάρια |
6 λαβὼν δὲ Μωυση̃ς τὸ ἥμισυ του̃ αἵματος ἐνέχεεν εἰς κρατη̃ρας τὸ δὲ ἥμισυ του̃ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον |
7 καὶ λαβὼν τὸ βιβλίον τη̃ς διαθήκης ἀνέγνω εἰς τὰ ὠ̃τα του̃ λαου̃ καὶ εἰ̃παν πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα |
8 λαβὼν δὲ Μωυση̃ς τὸ αἱ̃μα κατεσκέδασεν του̃ λαου̃ καὶ εἰ̃πεν ἰδοὺ τὸ αἱ̃μα τη̃ς διαθήκης ἡ̃ς διέθετο κύριος πρὸς ὑμα̃ς περὶ πάντων τω̃ν λόγων τούτων |
9 καὶ ἀνέβη Μωυση̃ς καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τη̃ς γερουσίας Ισραηλ |
10 καὶ εἰ̃δον τὸν τόπον οὑ̃ εἱστήκει ἐκει̃ ὁ θεὸς του̃ Ισραηλ καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτου̃ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἰ̃δος στερεώματος του̃ οὐρανου̃ τη̨̃ καθαριότητι |
11 καὶ τω̃ν ἐπιλέκτων του̃ Ισραηλ οὐ διεφώνησεν οὐδὲ εἱ̃ς καὶ ὤφθησαν ἐν τω̨̃ τόπω̨ του̃ θεου̃ καὶ ἔφαγον καὶ ἔπιον |
12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκει̃ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψα νομοθετη̃σαι αὐτοι̃ς |
13 καὶ ἀναστὰς Μωυση̃ς καὶ 'Ιησου̃ς ὁ παρεστηκὼς αὐτω̨̃ ἀνέβησαν εἰς τὸ ὄρος του̃ θεου̃ |
14 καὶ τοι̃ς πρεσβυτέροις εἰ̃παν ἡσυχάζετε αὐτου̃ ἕως ἀναστρέψωμεν πρὸς ὑμα̃ς καὶ ἰδοὺ Ααρων καὶ Ωρ μεθ' ὑμω̃ν ἐάν τινι συμβη̨̃ κρίσις προσπορευέσθωσαν αὐτοι̃ς |
15 καὶ ἀνέβη Μωυση̃ς καὶ 'Ιησου̃ς εἰς τὸ ὄρος καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος |
16 καὶ κατέβη ἡ δόξα του̃ θεου̃ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας καὶ ἐκάλεσεν κύριος τὸν Μωυση̃ν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐκ μέσου τη̃ς νεφέλης |
17 τὸ δὲ εἰ̃δος τη̃ς δόξης κυρίου ὡσεὶ πυ̃ρ φλέγον ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους ἐναντίον τω̃ν υἱω̃ν Ισραηλ |
18 καὶ εἰση̃λθεν Μωυση̃ς εἰς τὸ μέσον τη̃ς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἠ̃ν ἐκει̃ ἐν τω̨̃ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.