Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 31

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν του̃ Ουριου τὸν Ωρ τη̃ς φυλη̃ς Ιουδα
3 καὶ ἐνέπλησα αὐτὸν πνευ̃μα θει̃ον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργω̨
4 διανοει̃σθαι καὶ ἀρχιτεκτονη̃σαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην
5 καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τω̃ν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα
6 καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ελιαβ τὸν του̃ Αχισαμαχ ἐκ φυλη̃ς Δαν καὶ παντὶ συνετω̨̃ καρδία̨ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα
7 τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὴν κιβωτὸν τη̃ς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ' αὐτη̃ς καὶ τὴν διασκευὴν τη̃ς σκηνη̃ς
8 καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτη̃ς
9 καὶ τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃
10 καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ααρων καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ ἱερατεύειν μοι
11 καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως του̃ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν
12 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
13 καὶ σὺ σύνταξον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ὁρα̃τε καὶ τὰ σάββατά μου φυλάξεσθε σημει̃όν ἐστιν παρ' ἐμοὶ καὶ ἐν ὑμι̃ν εἰς τὰς γενεὰς ὑμω̃ν ἵνα γνω̃τε ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς
14 καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον του̃τό ἐστιν κυρίου ὑμι̃ν ὁ βεβηλω̃ν αὐτὸ θανάτω̨ θανατωθήσεται πα̃ς ὃς ποιήσει ἐν αὐτω̨̃ ἔργον ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου του̃ λαου̃ αὐτου̃
15 ἓξ ἡμέρας ποιήσεις ἔργα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ἀνάπαυσις ἁγία τω̨̃ κυρίω̨ πα̃ς ὃς ποιήσει ἔργον τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ θανάτω̨ θανατωθήσεται
16 καὶ φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιει̃ν αὐτὰ εἰς τὰς γενεὰς αὐτω̃ν διαθήκη αἰώνιος
17 ἐν ἐμοὶ καὶ τοι̃ς υἱοι̃ς Ισραηλ σημει̃όν ἐστιν αἰώνιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐπαύσατο καὶ κατέπαυσεν
18 καὶ ἔδωκεν Μωυσει̃ ἡνίκα κατέπαυσεν λαλω̃ν αὐτω̨̃ ἐν τω̨̃ ὄρει τω̨̃ Σινα τὰς δύο πλάκας του̃ μαρτυρίου πλάκας λιθίνας γεγραμμένας τω̨̃ δακτύλω̨ του̃ θεου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.