ΕΞΟΔΟΣ,
κεφαλίς 7,
στἰχοι 19-21
19 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἰπὸν Ααρων τω̨̃ ἀδελφω̨̃ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἕκτεινον τὴν χει̃ρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτω̃ν καὶ ἐπὶ τὰς διώρυγας αὐτω̃ν καὶ ἐπὶ τὰ ἕλη αὐτω̃ν καὶ ἐπὶ πα̃ν συνεστηκὸς ὕδωρ αὐτω̃ν καὶ ἔσται αἱ̃μα καὶ ἐγένετο αἱ̃μα ἐν πάση̨ γη̨̃ Αἰγύπτου ἔν τε τοι̃ς ξύλοις καὶ ἐν τοι̃ς λίθοις |
20 καὶ ἐποίησαν οὕτως Μωυση̃ς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοι̃ς κύριος καὶ ἐπάρας τη̨̃ ῥάβδω̨ αὐτου̃ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ καὶ μετέβαλεν πα̃ν τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ εἰς αἱ̃μα |
21 καὶ οἱ ἰχθύες οἱ ἐν τω̨̃ ποταμω̨̃ ἐτελεύτησαν καὶ ἐπώζεσεν ὁ ποταμός καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιει̃ν ὕδωρ ἐκ του̃ ποταμου̃ καὶ ἠ̃ν τὸ αἱ̃μα ἐν πάση̨ γη̨̃ Αἰγύπτου |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.