Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 13

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τοὺς προφήτας του̃ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρει̃ς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου
3 τάδε λέγει κύριος οὐαὶ τοι̃ς προφητεύουσιν ἀπὸ καρδίας αὐτω̃ν καὶ τὸ καθόλου μὴ βλέπουσιν
4 οἱ προφη̃ταί σου Ισραηλ ὡς ἀλώπεκες ἐν ται̃ς ἐρήμοις
5 οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἰ̃κον του̃ Ισραηλ οὐκ ἀνέστησαν οἱ λέγοντες ἐν ἡμέρα̨ κυρίου
6 βλέποντες ψευδη̃ μαντευόμενοι μάταια οἱ λέγοντες λέγει κύριος καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς καὶ ἤρξαντο του̃ ἀναστη̃σαι λόγον
7 οὐχ ὅρασιν ψευδη̃ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε
8 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ἀνθ' ὡ̃ν οἱ λόγοι ὑμω̃ν ψευδει̃ς καὶ αἱ μαντει̃αι ὑμω̃ν μάταιαι διὰ του̃το ἰδοὺ ἐγὼ ἐφ' ὑμα̃ς λέγει κύριος
9 καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρω̃ντας ψευδη̃ καὶ τοὺς ἀποφθεγγομένους μάταια ἐν παιδεία̨ του̃ λαου̃ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφη̨̃ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γη̃ν του̃ Ισραηλ οὐκ εἰσελεύσονται καὶ γνώσονται διότι ἐγὼ κύριος
10 ἀνθ' ὡ̃ν τὸν λαόν μου ἐπλάνησαν λέγοντες εἰρήνη εἰρήνη καὶ οὐκ ἠ̃ν εἰρήνη καὶ οὑ̃τος οἰκοδομει̃ τοι̃χον καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν εἰ πεσει̃ται
11 εἰπὸν πρὸς τοὺς ἀλείφοντας πεσει̃ται καὶ ἔσται ὑετὸς κατακλύζων καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτω̃ν καὶ πεσου̃νται καὶ πνευ̃μα ἐξαι̃ρον καὶ ῥαγήσεται
12 καὶ ἰδοὺ πέπτωκεν ὁ τοι̃χος καὶ οὐκ ἐρου̃σιν πρὸς ὑμα̃ς που̃ ἐστιν ἡ ἀλοιφὴ ὑμω̃ν ἣν ἠλείψατε
13 διὰ του̃το τάδε λέγει κύριος καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμου̃ καὶ ὑετὸς κατακλύζων ἐν ὀργη̨̃ μου ἔσται καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμω̨̃ ἐπάξω εἰς συντέλειαν
14 καὶ κατασκάψω τὸν τοι̃χον ὃν ἠλείψατε καὶ πεσει̃ται καὶ θήσω αὐτὸν ἐπὶ τὴν γη̃ν καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτου̃ καὶ πεσει̃ται καὶ συντελεσθήσεσθε μετ' ἐλέγχων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
15 καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοι̃χον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν καὶ πεσει̃ται καὶ εἰ̃πα πρὸς ὑμα̃ς οὐκ ἔστιν ὁ τοι̃χος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν
16 προφη̃ται του̃ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρω̃ντες αὐτη̨̃ εἰρήνην καὶ εἰρήνη οὐκ ἔστιν λέγει κύριος
17 καὶ σύ υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας του̃ λαου̃ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτω̃ν καὶ προφήτευσον ἐπ' αὐτὰς
18 καὶ ἐρει̃ς τάδε λέγει κύριος οὐαὶ ται̃ς συρραπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκω̃να χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πα̃σαν κεφαλὴν πάσης ἡλικίας του̃ διαστρέφειν ψυχάς αἱ ψυχαὶ διεστράφησαν του̃ λαου̃ μου καὶ ψυχὰς περιεποιου̃ντο
19 καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθω̃ν καὶ ἕνεκεν κλασμάτων ἄρτου του̃ ἀποκτει̃ναι ψυχάς ἃς οὐκ ἔδει ἀποθανει̃ν καὶ του̃ περιποιήσασθαι ψυχάς ἃς οὐκ ἔδει ζη̃σαι ἐν τω̨̃ ἀποφθέγγεσθαι ὑμα̃ς λαω̨̃ εἰσακούοντι μάταια ἀποφθέγματα
20 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμω̃ν ἐφ' ἃ ὑμει̃ς συστρέφετε ἐκει̃ ψυχάς καὶ διαρρήξω αὐτὰ ἀπὸ τω̃ν βραχιόνων ὑμω̃ν καὶ ἐξαποστελω̃ τὰς ψυχάς ἃς ὑμει̃ς ἐκστρέφετε τὰς ψυχὰς αὐτω̃ν εἰς διασκορπισμόν
21 καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμω̃ν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμω̃ν καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμω̃ν εἰς συστροφήν καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
22 ἀνθ' ὡ̃ν διεστρέφετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν καὶ του̃ κατισχυ̃σαι χει̃ρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ ζη̃σαι αὐτόν
23 διὰ του̃το ψευδη̃ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμω̃ν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.