ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 2
1 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου στη̃θι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ |
2 καὶ ἠ̃λθεν ἐπ' ἐμὲ πνευ̃μα καὶ ἀνέλαβέν με καὶ ἐξη̃ρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου καὶ ἤκουον αὐτου̃ λαλου̃ντος πρός με |
3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τοὺς παραπικραίνοντάς με οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας |
4 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος |
5 ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν καὶ γνώσονται ὅτι προφήτης εἰ̃ σὺ ἐν μέσω̨ αὐτω̃ν |
6 καὶ σύ υἱὲ ἀνθρώπου μὴ φοβηθη̨̃ς αὐτοὺς μηδὲ ἐκστη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλω̨ καὶ ἐν μέσω̨ σκορπίων σὺ κατοικει̃ς τοὺς λόγους αὐτω̃ν μὴ φοβηθη̨̃ς καὶ ἀπὸ προσώπου αὐτω̃ν μὴ ἐκστη̨̃ς διότι οἰ̃κος παραπικραίνων ἐστίν |
7 καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν |
8 καὶ σύ υἱὲ ἀνθρώπου ἄκουε του̃ λαλου̃ντος πρὸς σέ μὴ γίνου παραπικραίνων καθὼς ὁ οἰ̃κος ὁ παραπικραίνων χάνε τὸ στόμα σου καὶ φάγε ἃ ἐγὼ δίδωμί σοι |
9 καὶ εἰ̃δον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με καὶ ἐν αὐτη̨̃ κεφαλὶς βιβλίου |
10 καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμου̃ καὶ ἐν αὐτη̨̃ γεγραμμένα ἠ̃ν τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν καὶ ἐγέγραπτο εἰς αὐτὴν θρη̃νος καὶ μέλος καὶ οὐαί |
ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 3,
στἰχοι 1-9
1 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ |
2 καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα |
3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται τη̃ς κεφαλίδος ταύτης τη̃ς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τω̨̃ στόματί μου ὡς μέλι γλυκάζον |
4 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς |
5 διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλη̨ πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ |
6 οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τη̨̃ γλώσση̨ ὄντας ὡ̃ν οὐκ ἀκούση̨ τοὺς λόγους αὐτω̃ν καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε οὑ̃τοι ἂν εἰσήκουσάν σου |
7 ὁ δὲ οἰ̃κος του̃ Ισραηλ οὐ μὴ θελήσωσιν εἰσακου̃σαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πα̃ς ὁ οἰ̃κος Ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι |
8 καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τω̃ν προσώπων αὐτω̃ν καὶ τὸ νει̃κός σου κατισχύσω κατέναντι του̃ νείκους αὐτω̃ν |
9 καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας μὴ φοβηθη̨̃ς ἀπ' αὐτω̃ν μηδὲ πτοηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι οἰ̃κος παραπικραίνων ἐστίν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.