Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 30

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ὠ̃ ὠ̃ ἡ ἡμέρα
3 ὅτι ἐγγὺς ἡ ἡμέρα του̃ κυρίου ἡμέρα πέρας ἐθνω̃ν ἔσται
4 καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τη̨̃ Αἰθιοπία̨ καὶ πεσου̃νται τετραυματισμένοι ἐν Αἰγύπτω̨ καὶ συμπεσει̃ται αὐτη̃ς τὰ θεμέλια
5 Πέρσαι καὶ Κρη̃τες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τω̃ν υἱω̃ν τη̃ς διαθήκης μου μαχαίρα̨ πεσου̃νται ἐν αὐτη̨̃
6 καὶ πεσου̃νται τὰ ἀντιστηρίγματα Αἰγύπτου καὶ καταβήσεται ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς ἀπὸ Μαγδώλου ἕως Συήνης μαχαίρα̨ πεσου̃νται ἐν αὐτη̨̃ λέγει κύριος
7 καὶ ἐρημωθήσεται ἐν μέσω̨ χωρω̃ν ἠρημωμένων καὶ αἱ πόλεις αὐτω̃ν ἐν μέσω̨ πόλεων ἠρημωμένων ἔσονται
8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὅταν δω̃ πυ̃ρ ἐπ' Αἴγυπτον καὶ συντριβω̃σι πάντες οἱ βοηθου̃ντες αὐτη̨̃
9 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν καὶ ἔσται ταραχὴ ἐν αὐτοι̃ς ἐν τη̨̃ ἡμέρα̨ Αἰγύπτου ὅτι ἰδοὺ ἥκει
10 τάδε λέγει κύριος κύριος καὶ ἀπολω̃ πλη̃θος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος
11 αὐτου̃ καὶ του̃ λαου̃ αὐτου̃ λοιμοὶ ἀπὸ ἐθνω̃ν ἀπεσταλμένοι ἀπολέσαι τὴν γη̃ν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτω̃ν ἐπ' Αἴγυπτον καὶ πλησθήσεται ἡ γη̃ τραυματιω̃ν
12 καὶ δώσω τοὺς ποταμοὺς αὐτω̃ν ἐρήμους καὶ ἀπολω̃ τὴν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς ἐν χερσὶν ἀλλοτρίων ἐγὼ κύριος λελάληκα
13 ὅτι τάδε λέγει κύριος κύριος καὶ ἀπολω̃ μεγιστα̃νας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γη̃ς Αἰγύπτου καὶ οὐκ ἔσονται ἔτι
14 καὶ ἀπολω̃ γη̃ν Παθουρης καὶ δώσω πυ̃ρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
15 καὶ ἐκχεω̃ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολω̃ τὸ πλη̃θος Μέμφεως
16 καὶ δώσω πυ̃ρ ἐπ' Αἴγυπτον καὶ ταραχὴν ταραχθήσεται Συήνη καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα
17 νεανίσκοι ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρα̨ πεσου̃νται καὶ αἱ γυναι̃κες ἐν αἰχμαλωσία̨ πορεύσονται
18 καὶ ἐν Ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τω̨̃ συντρι̃ψαι με ἐκει̃ τὰ σκη̃πτρα Αἰγύπτου καὶ ἀπολει̃ται ἐκει̃ ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς καὶ αὐτὴν νεφέλη καλύψει καὶ αἱ θυγατέρες αὐτη̃ς αἰχμάλωτοι ἀχθήσονται
19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτω̨ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
20 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ πρώτω̨ μηνὶ ἑβδόμη̨ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
21 υἱὲ ἀνθρώπου τοὺς βραχίονας Φαραω βασιλέως Αἰγύπτου συνέτριψα καὶ ἰδοὺ οὐ κατεδέθη του̃ δοθη̃ναι ἴασιν του̃ δοθη̃ναι ἐπ' αὐτὸν μάλαγμα του̃ δοθη̃ναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας
22 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτου̃ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλω̃ τὴν μάχαιραν αὐτου̃ ἐκ τη̃ς χειρὸς αὐτου̃
23 καὶ διασπερω̃ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλω̃νος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χει̃ρα αὐτου̃ καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτη̃ς καὶ σκυλεύσει τὰ σκυ̃λα αὐτη̃ς
25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλω̃νος οἱ δὲ βραχίονες Φαραω πεσου̃νται καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ δου̃ναι τὴν ῥομφαίαν μου εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ ἐκτενει̃ αὐτὴν ἐπὶ γη̃ν Αἰγύπτου
26 καὶ διασπερω̃ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.