ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 37,
στἰχοι 23-28
23 ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτω̃ν ὡ̃ν ἡμάρτοσαν ἐν αὐται̃ς καὶ καθαριω̃ αὐτούς καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ κύριος ἔσομαι αὐτοι̃ς εἰς θεόν |
24 καὶ ὁ δου̃λός μου Δαυιδ ἄρχων ἐν μέσω̨ αὐτω̃ν καὶ ποιμὴν εἱ̃ς ἔσται πάντων ὅτι ἐν τοι̃ς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά |
25 καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἣν ἐγὼ δέδωκα τω̨̃ δούλω̨ μου Ιακωβ οὑ̃ κατώ̨κησαν ἐκει̃ οἱ πατέρες αὐτω̃ν καὶ κατοικήσουσιν ἐπ' αὐτη̃ς αὐτοί καὶ Δαυιδ ὁ δου̃λός μου ἄρχων αὐτω̃ν ἔσται εἰς τὸν αἰω̃να |
26 καὶ διαθήσομαι αὐτοι̃ς διαθήκην εἰρήνης διαθήκη αἰωνία ἔσται μετ' αὐτω̃ν καὶ θήσω τὰ ἅγιά μου ἐν μέσω̨ αὐτω̃ν εἰς τὸν αἰω̃να |
27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοι̃ς καὶ ἔσομαι αὐτοι̃ς θεός καὶ αὐτοί μου ἔσονται λαός |
28 καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τω̨̃ εἰ̃ναι τὰ ἅγιά μου ἐν μέσω̨ αὐτω̃ν εἰς τὸν αἰω̃να |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.