1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος τη̨̃ γη̨̃ του̃ Ισραηλ πέρας ἥκει τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τη̃ς γη̃ς |
|
4 ἐπὶ σὲ τὸν κατοικου̃ντα τὴν γη̃ν ἥκει ὁ καιρός ἤγγικεν ἡ ἡμέρα οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων |
5 νυ̃ν ἐγγύθεν ἐκχεω̃ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινω̃ σε ἐν ται̃ς ὁδοι̃ς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου |
6 οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω καὶ τὰ βδελύγματά σου ἐν μέσω̨ σου ἔσονται καὶ ἐπιγνώση̨ διότι ἐγώ εἰμι κύριος ὁ τύπτων |
7 νυ̃ν τὸ πέρας πρὸς σέ καὶ ἀποστελω̃ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σε ἐν ται̃ς ὁδοι̃ς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου |
8 οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σέ οὐδὲ μὴ ἐλεήσω διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω καὶ τὰ βδελύγματά σου ἐν μέσω̨ σου ἔσται καὶ ἐπιγνώση̨ διότι ἐγὼ κύριος |
9 διότι τάδε λέγει κύριος |
10 ἰδοὺ τὸ πέρας ἥκει ἰδοὺ ἡμέρα κυρίου εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν ἡ ὕβρις ἐξανέστηκεν |
11 καὶ συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδη̃ς |
12 ἥκει ὁ καιρός ἰδοὺ ἡ ἡμέρα ὁ κτώμενος μὴ χαιρέτω καὶ ὁ πωλω̃ν μὴ θρηνείτω |
13 διότι ὁ κτώμενος πρὸς τὸν πωλου̃ντα οὐκέτι μὴ ἐπιστρέψη̨ καὶ ἄνθρωπος ἐν ὀφθαλμω̨̃ ζωη̃ς αὐτου̃ οὐ κρατήσει |
14 σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα |
15 ὁ πόλεμος ἐν ῥομφαία̨ ἔξωθεν καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν ὁ ἐν τω̨̃ πεδίω̨ ἐν ῥομφαία̨ τελευτήσει τοὺς δὲ ἐν τη̨̃ πόλει λιμὸς καὶ θάνατος συντελέσει |
16 καὶ ἀνασωθήσονται οἱ ἀνασω̨ζόμενοι ἐξ αὐτω̃ν καὶ ἔσονται ἐπὶ τω̃ν ὀρέων πάντας ἀποκτενω̃ ἕκαστον ἐν ται̃ς ἀδικίαις αὐτου̃ |
17 πα̃σαι χει̃ρες ἐκλυθήσονται καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασία̨ |
18 καὶ περιζώσονται σάκκους καὶ καλύψει αὐτοὺς θάμβος καὶ ἐπὶ πα̃ν πρόσωπον αἰσχύνη ἐπ' αὐτούς καὶ ἐπὶ πα̃σαν κεφαλὴν φαλάκρωμα |
19 τὸ ἀργύριον αὐτω̃ν ῥιφήσεται ἐν ται̃ς πλατείαις καὶ τὸ χρυσίον αὐτω̃ν ὑπεροφθήσεται αἱ ψυχαὶ αὐτω̃ν οὐ μὴ ἐμπλησθω̃σιν καὶ αἱ κοιλίαι αὐτω̃ν οὐ μὴ πληρωθω̃σιν διότι βάσανος τω̃ν ἀδικιω̃ν αὐτω̃ν ἐγένετο |
20 ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τω̃ν βδελυγμάτων αὐτω̃ν ἐποίησαν ἐξ αὐτω̃ν ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοι̃ς εἰς ἀκαθαρσίαν |
21 καὶ παραδώσω αὐτὰ εἰς χει̃ρας ἀλλοτρίων του̃ διαρπάσαι αὐτὰ καὶ τοι̃ς λοιμοι̃ς τη̃ς γη̃ς εἰς σκυ̃λα καὶ βεβηλώσουσιν αὐτά |
22 καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ μιανου̃σιν τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά |
23 καὶ ποιήσουσι φυρμόν διότι ἡ γη̃ πλήρης λαω̃ν καὶ ἡ πόλις πλήρης ἀνομίας |
24 καὶ ἀποστρέψω τὸ φρύαγμα τη̃ς ἰσχύος αὐτω̃ν καὶ μιανθήσεται τὰ ἅγια αὐτω̃ν |
25 ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην καὶ οὐκ ἔσται |
26 οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπ' ἀγγελίαν ἔσται καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου καὶ νόμος ἀπολει̃ται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων |
27 ἄρχων ἐνδύσεται ἀφανισμόν καὶ αἱ χει̃ρες του̃ λαου̃ τη̃ς γη̃ς παραλυθήσονται κατὰ τὰς ὁδοὺς αὐτω̃ν ποιήσω αὐτοι̃ς καὶ ἐν τοι̃ς κρίμασιν αὐτω̃ν ἐκδικήσω αὐτούς καὶ γνώσονται ὅτι ἐγὼ κύριος |