Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 3

ὠ̃ ἀνόητοι Γαλάται τίς ὑμα̃ς ἐβάσκανεν οἱ̃ς κατ' ὀφθαλμοὺς ’Ιησου̃ς Χριστòς προεγράφη ἐσταυρωμένος
του̃το μόνον θέλω μαθει̃ν ἀφ' ὑμω̃ν ἐξ ἔργων νόμου τò πνευ̃μα ἐλάβετε ἢ ἐξ ἀκοη̃ς πίστεως
οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι νυ̃ν σαρκὶ ἐπιτελει̃σθε
τοσαυ̃τα ἐπάθετε εἰκη̨̃ εἴ γε καὶ εἰκη̨̃
ὁ οὐ̃ν ἐπιχορηγω̃ν ὑμι̃ν τò πνευ̃μα καὶ ἐνεργω̃ν δυνάμεις ἐν ὑμι̃ν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοη̃ς πίστεως
καθὼς ’Αβραὰμ ἐπίστευσεν τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην
γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὑ̃τοι υἱοί εἰσιν ’Αβραάμ
προϊδου̃σα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοι̃ τὰ ἔθνη ὁ θεòς προευηγγελίσατο τω̨̃ ’Αβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη
ὥστε οἱ ἐκ πίστεως εὐλογου̃νται σὺν τω̨̃ πιστω̨̃ ’Αβραάμ
10 ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπò κατάραν εἰσίν γέγραπται γὰρ ὅτι ἐπικατάρατος πα̃ς ὃς οὐκ ἐμμένει πα̃σιν τοι̃ς γεγραμμένοις ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου του̃ ποιη̃σαι αὐτά
11 ὅτι δὲ ἐν νόμω̨ οὐδεὶς δικαιου̃ται παρὰ τω̨̃ θεω̨̃ δη̃λον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται
12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ' ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοι̃ς
13 Χριστòς ἡμα̃ς ἐξηγόρασεν ἐκ τη̃ς κατάρας του̃ νόμου γενόμενος ὑπὲρ ἡμω̃ν κατάρα ὅτι γέγραπται ἐπικατάρατος πα̃ς ὁ κρεμάμενος ἐπὶ ξύλου
14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία του̃ ’Αβραὰμ γένηται ἐν Χριστω̨̃ ’Ιησου̃ ἵνα τὴν ἐπαγγελίαν του̃ πνεύματος λάβωμεν διὰ τη̃ς πίστεως
15 ἀδελφοί κατὰ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετει̃ ἢ ἐπιδιατάσσεται
16 τω̨̃ δὲ ’Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τω̨̃ σπέρματι αὐτου̃ οὐ λέγει καὶ τοι̃ς σπέρμασιν ὡς ἐπὶ πολλω̃ν ἀλλ' ὡς ἐφ' ἑνός καὶ τω̨̃ σπέρματί σου ὅς ἐστιν Χριστός
17 του̃το δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπò του̃ θεου̃ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροι̃ εἰς τò καταργη̃σαι τὴν ἐπαγγελίαν
18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τω̨̃ δὲ ’Αβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ θεός
19 τί οὐ̃ν ὁ νόμος τω̃ν παραβάσεων χάριν προσετέθη ἄχρις οὑ̃ ἔλθη̨ τò σπέρμα ὡ̨̃ ἐπήγγελται διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου
20 ὁ δὲ μεσίτης ἑνòς οὐκ ἔστιν ὁ δὲ θεòς εἱ̃ς ἐστιν
21 ὁ οὐ̃ν νόμος κατὰ τω̃ν ἐπαγγελιω̃ν του̃ θεου̃ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζω̨οποιη̃σαι ὄντως ἐκ νόμου ἂν ἠ̃ν ἡ δικαιοσύνη
22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπò ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ’Ιησου̃ Χριστου̃ δοθη̨̃ τοι̃ς πιστεύουσιν
23 πρò του̃ δὲ ἐλθει̃ν τὴν πίστιν ὑπò νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθη̃ναι
24 ὥστε ὁ νόμος παιδαγωγòς ἡμω̃ν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθω̃μεν
25 ἐλθούσης δὲ τη̃ς πίστεως οὐκέτι ὑπò παιδαγωγόν ἐσμεν
26 πάντες γὰρ υἱοὶ θεου̃ ἐστε διὰ τη̃ς πίστεως ἐν Χριστω̨̃ ’Ιησου̃
27 ὅσοι γὰρ εἰς Χριστòν ἐβαπτίσθητε Χριστòν ἐνεδύσασθε
28 οὐκ ἔνι ’Ιουδαι̃ος οὐδὲ ‘Έλλην οὐκ ἔνι δου̃λος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θη̃λυ πάντες γὰρ ὑμει̃ς εἱ̃ς ἐστε ἐν Χριστω̨̃ ’Ιησου̃
29 εἰ δὲ ὑμει̃ς Χριστου̃ ἄρα του̃ ’Αβραὰμ σπέρμα ἐστέ κατ' ἐπαγγελίαν κληρονόμοι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.