1 αὑ̃ται δὲ αἱ γενέσεις τω̃ν υἱω̃ν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοι̃ς υἱοὶ μετὰ τὸν κατακλυσμόν |
2 υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας |
3 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα |
4 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι 'Ρόδιοι |
5 ἐκ τούτων ἀφωρίσθησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐν τη̨̃ γη̨̃ αὐτω̃ν ἕκαστος κατὰ γλω̃σσαν ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν |
6 υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν |
7 υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν |
8 Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὑ̃τος ἤρξατο εἰ̃ναι γίγας ἐπὶ τη̃ς γη̃ς |
9 οὑ̃τος ἠ̃ν γίγας κυνηγὸς ἐναντίον κυρίου του̃ θεου̃ διὰ του̃το ἐρου̃σιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου |
10 καὶ ἐγένετο ἀρχὴ τη̃ς βασιλείας αὐτου̃ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τη̨̃ γη̨̃ Σεννααρ |
11 ἐκ τη̃ς γη̃ς ἐκείνης ἐξη̃λθεν Ασσουρ καὶ ὠ̨κοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ |
12 καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη |
13 καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ |
14 καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξη̃λθεν ἐκει̃θεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ |
15 Χανααν δὲ ἐγέννησεν τὸν Σιδω̃να πρωτότοκον καὶ τὸν Χετται̃ον |
16 καὶ τὸν Ιεβουσαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον |
17 καὶ τὸν Ευαι̃ον καὶ τὸν Αρουκαι̃ον καὶ τὸν Ασενναι̃ον |
18 καὶ τὸν 'Αράδιον καὶ τὸν Σαμαραι̃ον καὶ τὸν Αμαθι καὶ μετὰ του̃το διεσπάρησαν αἱ φυλαὶ τω̃ν Χαναναίων |
19 καὶ ἐγένοντο τὰ ὅρια τω̃ν Χαναναίων ἀπὸ Σιδω̃νος ἕως ἐλθει̃ν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθει̃ν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα |
20 οὑ̃τοι υἱοὶ Χαμ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν |
21 καὶ τω̨̃ Σημ ἐγενήθη καὶ αὐτω̨̃ πατρὶ πάντων τω̃ν υἱω̃ν Εβερ ἀδελφω̨̃ Ιαφεθ του̃ μείζονος |
22 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν |
23 καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ |
24 καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ |
25 καὶ τω̨̃ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τω̨̃ ἑνὶ Φαλεκ ὅτι ἐν ται̃ς ἡμέραις αὐτου̃ διεμερίσθη ἡ γη̃ καὶ ὄνομα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ Ιεκταν |
26 Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ |
27 καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα |
28 καὶ Αβιμεηλ καὶ Σαβευ |
29 καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὑ̃τοι υἱοὶ Ιεκταν |
30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτω̃ν ἀπὸ Μασση ἕως ἐλθει̃ν εἰς Σωφηρα ὄρος ἀνατολω̃ν |
31 οὑ̃τοι υἱοὶ Σημ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν |
32 αὑ̃ται αἱ φυλαὶ υἱω̃ν Νωε κατὰ γενέσεις αὐτω̃ν κατὰ τὰ ἔθνη αὐτω̃ν ἀπὸ τούτων διεσπάρησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐπὶ τη̃ς γη̃ς μετὰ τὸν κατακλυσμόν |