Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 18

ὤφθη δὲ αὐτω̨̃ ὁ θεὸς πρὸς τη̨̃ δρυὶ τη̨̃ Μαμβρη καθημένου αὐτου̃ ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ μεσημβρίας
ἀναβλέψας δὲ τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ εἰ̃δεν καὶ ἰδοὺ τρει̃ς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτου̃ καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοι̃ς ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν
καὶ εἰ̃πεν κύριε εἰ ἄρα εὑ̃ρον χάριν ἐναντίον σου μὴ παρέλθη̨ς τὸν παι̃δά σου
λημφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμω̃ν καὶ καταψύξατε ὑπὸ τὸ δένδρον
καὶ λήμψομαι ἄρτον καὶ φάγεσθε καὶ μετὰ του̃το παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν οὑ̃ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παι̃δα ὑμω̃ν καὶ εἰ̃παν οὕτως ποίησον καθὼς εἴρηκας
καὶ ἔσπευσεν Αβρααμ ἐπὶ τὴν σκηνὴν πρὸς Σαρραν καὶ εἰ̃πεν αὐτη̨̃ σπευ̃σον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας
καὶ εἰς τὰς βόας ἔδραμεν Αβρααμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκεν τω̨̃ παιδί καὶ ἐτάχυνεν του̃ ποιη̃σαι αὐτό
ἔλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν καὶ παρέθηκεν αὐτοι̃ς καὶ ἐφάγοσαν αὐτὸς δὲ παρειστήκει αὐτοι̃ς ὑπὸ τὸ δένδρον
εἰ̃πεν δὲ πρὸς αὐτόν που̃ Σαρρα ἡ γυνή σου ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἰδοὺ ἐν τη̨̃ σκηνη̨̃
10 εἰ̃πεν δέ ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν του̃τον εἰς ὥρας καὶ ἕξει υἱὸν Σαρρα ἡ γυνή σου Σαρρα δὲ ἤκουσεν πρὸς τη̨̃ θύρα̨ τη̃ς σκηνη̃ς οὐ̃σα ὄπισθεν αὐτου̃
11 Αβρααμ δὲ καὶ Σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερω̃ν ἐξέλιπεν δὲ Σαρρα γίνεσθαι τὰ γυναικει̃α
12 ἐγέλασεν δὲ Σαρρα ἐν ἑαυτη̨̃ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως του̃ νυ̃ν ὁ δὲ κύριός μου πρεσβύτερος
13 καὶ εἰ̃πεν κύριος πρὸς Αβρααμ τί ὅτι ἐγέλασεν Σαρρα ἐν ἑαυτη̨̃ λέγουσα ἀ̃ρά γε ἀληθω̃ς τέξομαι ἐγὼ δὲ γεγήρακα
14 μὴ ἀδυνατει̃ παρὰ τω̨̃ θεω̨̃ ῥη̃μα εἰς τὸν καιρὸν του̃τον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας καὶ ἔσται τη̨̃ Σαρρα υἱός
15 ἠρνήσατο δὲ Σαρρα λέγουσα οὐκ ἐγέλασα ἐφοβήθη γάρ καὶ εἰ̃πεν οὐχί ἀλλὰ ἐγέλασας
16 ἐξαναστάντες δὲ ἐκει̃θεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας Αβρααμ δὲ συνεπορεύετο μετ' αὐτω̃ν συμπροπέμπων αὐτούς
17 ὁ δὲ κύριος εἰ̃πεν μὴ κρύψω ἐγὼ ἀπὸ Αβρααμ του̃ παιδός μου ἃ ἐγὼ ποιω̃
18 Αβρααμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ καὶ ἐνευλογηθήσονται ἐν αὐτω̨̃ πάντα τὰ ἔθνη τη̃ς γη̃ς
19 ἤ̨δειν γὰρ ὅτι συντάξει τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ τω̨̃ οἴκω̨ αὐτου̃ μετ' αὐτόν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιει̃ν δικαιοσύνην καὶ κρίσιν ὅπως ἂν ἐπαγάγη̨ κύριος ἐπὶ Αβρααμ πάντα ὅσα ἐλάλησεν πρὸς αὐτόν
20 εἰ̃πεν δὲ κύριος κραυγὴ Σοδομων καὶ Γομορρας πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτω̃ν μεγάλαι σφόδρα
21 καταβὰς οὐ̃ν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτω̃ν τὴν ἐρχομένην πρός με συντελου̃νται εἰ δὲ μή ἵνα γνω̃
22 καὶ ἀποστρέψαντες ἐκει̃θεν οἱ ἄνδρες ἠ̃λθον εἰς Σοδομα Αβρααμ δὲ ἠ̃ν ἑστηκὼς ἐναντίον κυρίου
23 καὶ ἐγγίσας Αβρααμ εἰ̃πεν μὴ συναπολέση̨ς δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής
24 ἐὰν ὠ̃σιν πεντήκοντα δίκαιοι ἐν τη̨̃ πόλει ἀπολει̃ς αὐτούς οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τω̃ν πεντήκοντα δικαίων ἐὰν ὠ̃σιν ἐν αὐτη̨̃
25 μηδαμω̃ς σὺ ποιήσεις ὡς τὸ ῥη̃μα του̃το του̃ ἀποκτει̃ναι δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμω̃ς ὁ κρίνων πα̃σαν τὴν γη̃ν οὐ ποιήσεις κρίσιν
26 εἰ̃πεν δὲ κύριος ἐὰν εὕρω ἐν Σοδομοις πεντήκοντα δικαίους ἐν τη̨̃ πόλει ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς
27 καὶ ἀποκριθεὶς Αβρααμ εἰ̃πεν νυ̃ν ἠρξάμην λαλη̃σαι πρὸς τὸν κύριον ἐγὼ δέ εἰμι γη̃ καὶ σποδός
28 ἐὰν δὲ ἐλαττονωθω̃σιν οἱ πεντήκοντα δίκαιοι πέντε ἀπολει̃ς ἕνεκεν τω̃ν πέντε πα̃σαν τὴν πόλιν καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τεσσαράκοντα πέντε
29 καὶ προσέθηκεν ἔτι λαλη̃σαι πρὸς αὐτὸν καὶ εἰ̃πεν ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τεσσαράκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν τεσσαράκοντα
30 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τριάκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τριάκοντα
31 καὶ εἰ̃πεν ἐπειδὴ ἔχω λαλη̃σαι πρὸς τὸν κύριον ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ εἴκοσι καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν εἴκοσι
32 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ δέκα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν δέκα
33 ἀπη̃λθεν δὲ κύριος ὡς ἐπαύσατο λαλω̃ν τω̨̃ Αβρααμ καὶ Αβρααμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.