ΓΕΝΕΣΙΣ,
κεφαλίς 32,
στἰχοι 27-32
27 εἰ̃πεν δὲ αὐτω̨̃ τί τὸ ὄνομά σού ἐστιν ὁ δὲ εἰ̃πεν Ιακωβ |
28 εἰ̃πεν δὲ αὐτω̨̃ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ιακωβ ἀλλὰ Ισραηλ ἔσται τὸ ὄνομά σου ὅτι ἐνίσχυσας μετὰ θεου̃ καὶ μετὰ ἀνθρώπων δυνατός |
29 ἠρώτησεν δὲ Ιακωβ καὶ εἰ̃πεν ἀνάγγειλόν μοι τὸ ὄνομά σου καὶ εἰ̃πεν ἵνα τί του̃το ἐρωτα̨̃ς τὸ ὄνομά μου καὶ ηὐλόγησεν αὐτὸν ἐκει̃ |
30 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα του̃ τόπου ἐκείνου Εἰ̃δος θεου̃ εἰ̃δον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή |
31 ἀνέτειλεν δὲ αὐτω̨̃ ὁ ἥλιος ἡνίκα παρη̃λθεν τὸ Εἰ̃δος του̃ θεου̃ αὐτὸς δὲ ἐπέσκαζεν τω̨̃ μηρω̨̃ αὐτου̃ |
32 ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ισραηλ τὸ νευ̃ρον ὃ ἐνάρκησεν ὅ ἐστιν ἐπὶ του̃ πλάτους του̃ μηρου̃ ἕως τη̃ς ἡμέρας ταύτης ὅτι ἥψατο του̃ πλάτους του̃ μηρου̃ Ιακωβ του̃ νεύρου καὶ ἐνάρκησεν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.