ΓΕΝΕΣΙΣ,
κεφαλίς 38,
στἰχοι 24-30
24 ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τω̨̃ Ιουδα λέγοντες ἐκπεπόρνευκεν Θαμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας εἰ̃πεν δὲ Ιουδας ἐξαγάγετε αὐτήν καὶ κατακαυθήτω |
25 αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτη̃ς λέγουσα ἐκ του̃ ἀνθρώπου τίνος ταυ̃τά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω καὶ εἰ̃πεν ἐπίγνωθι τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη |
26 ἐπέγνω δὲ Ιουδας καὶ εἰ̃πεν δεδικαίωται Θαμαρ ἢ ἐγώ οὑ̃ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλωμ τω̨̃ υἱω̨̃ μου καὶ οὐ προσέθετο ἔτι του̃ γνω̃ναι αὐτήν |
27 ἐγένετο δὲ ἡνίκα ἔτικτεν καὶ τη̨̃δε ἠ̃ν δίδυμα ἐν τη̨̃ γαστρὶ αὐτη̃ς |
28 ἐγένετο δὲ ἐν τω̨̃ τίκτειν αὐτὴν ὁ εἱ̃ς προεξήνεγκεν τὴν χει̃ρα λαβου̃σα δὲ ἡ μαι̃α ἔδησεν ἐπὶ τὴν χει̃ρα αὐτου̃ κόκκινον λέγουσα οὑ̃τος ἐξελεύσεται πρότερος |
29 ὡς δὲ ἐπισυνήγαγεν τὴν χει̃ρα καὶ εὐθὺς ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ ἡ δὲ εἰ̃πεν τί διεκόπη διὰ σὲ φραγμός καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Φαρες |
30 καὶ μετὰ του̃το ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ ἐφ' ὡ̨̃ ἠ̃ν ἐπὶ τη̨̃ χειρὶ αὐτου̃ τὸ κόκκινον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ζαρα |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.