1 Αδαμ δὲ ἔγνω Ευαν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν τὸν Καιν καὶ εἰ̃πεν ἐκτησάμην ἄνθρωπον διὰ του̃ θεου̃ |
2 καὶ προσέθηκεν τεκει̃ν τὸν ἀδελφὸν αὐτου̃ τὸν Αβελ καὶ ἐγένετο Αβελ ποιμὴν προβάτων Καιν δὲ ἠ̃ν ἐργαζόμενος τὴν γη̃ν |
3 καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν Καιν ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς θυσίαν τω̨̃ κυρίω̨ |
4 καὶ Αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τω̃ν πρωτοτόκων τω̃ν προβάτων αὐτου̃ καὶ ἀπὸ τω̃ν στεάτων αὐτω̃ν καὶ ἐπει̃δεν ὁ θεὸς ἐπὶ Αβελ καὶ ἐπὶ τοι̃ς δώροις αὐτου̃ |
5 ἐπὶ δὲ Καιν καὶ ἐπὶ ται̃ς θυσίαις αὐτου̃ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν Καιν λίαν καὶ συνέπεσεν τω̨̃ προσώπω̨ |
6 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ Καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου |
7 οὐκ ἐὰν ὀρθω̃ς προσενέγκη̨ς ὀρθω̃ς δὲ μὴ διέλη̨ς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτου̃ καὶ σὺ ἄρξεις αὐτου̃ |
8 καὶ εἰ̃πεν Καιν πρὸς Αβελ τὸν ἀδελφὸν αὐτου̃ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἐν τω̨̃ πεδίω̨ καὶ ἀνέστη Καιν ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτου̃ καὶ ἀπέκτεινεν αὐτόν |
9 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Καιν που̃ ἐστιν Αβελ ὁ ἀδελφός σου ὁ δὲ εἰ̃πεν οὐ γινώσκω μὴ φύλαξ του̃ ἀδελφου̃ μού εἰμι ἐγώ |
10 καὶ εἰ̃πεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος του̃ ἀδελφου̃ σου βοα̨̃ πρός με ἐκ τη̃ς γη̃ς |
11 καὶ νυ̃ν ἐπικατάρατος σὺ ἀπὸ τη̃ς γη̃ς ἣ ἔχανεν τὸ στόμα αὐτη̃ς δέξασθαι τὸ αἱ̃μα του̃ ἀδελφου̃ σου ἐκ τη̃ς χειρός σου |
12 ὅτι ἐργα̨̃ τὴν γη̃ν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτη̃ς δου̃ναί σοι στένων καὶ τρέμων ἔση̨ ἐπὶ τη̃ς γη̃ς |
13 καὶ εἰ̃πεν Καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου του̃ ἀφεθη̃ναί με |
14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τη̃ς γη̃ς καὶ ἀπὸ του̃ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τη̃ς γη̃ς καὶ ἔσται πα̃ς ὁ εὑρίσκων με ἀποκτενει̃ με |
15 καὶ εἰ̃πεν αὐτω̨̃ κύριος ὁ θεός οὐχ οὕτως πα̃ς ὁ ἀποκτείνας Καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημει̃ον τω̨̃ Καιν του̃ μὴ ἀνελει̃ν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν |
16 ἐξη̃λθεν δὲ Καιν ἀπὸ προσώπου του̃ θεου̃ καὶ ὤ̨κησεν ἐν γη̨̃ Ναιδ κατέναντι Εδεμ |
17 καὶ ἔγνω Καιν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν τὸν Ενωχ καὶ ἠ̃ν οἰκοδομω̃ν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τω̨̃ ὀνόματι του̃ υἱου̃ αὐτου̃ Ενωχ |
18 ἐγενήθη δὲ τω̨̃ Ενωχ Γαιδαδ καὶ Γαιδαδ ἐγέννησεν τὸν Μαιηλ καὶ Μαιηλ ἐγέννησεν τὸν Μαθουσαλα καὶ Μαθουσαλα ἐγέννησεν τὸν Λαμεχ |
19 καὶ ἔλαβεν ἑαυτω̨̃ Λαμεχ δύο γυναι̃κας ὄνομα τη̨̃ μια̨̃ Αδα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Σελλα |
20 καὶ ἔτεκεν Αδα τὸν Ιωβελ οὑ̃τος ἠ̃ν ὁ πατὴρ οἰκούντων ἐν σκηναι̃ς κτηνοτρόφων |
21 καὶ ὄνομα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ Ιουβαλ οὑ̃τος ἠ̃ν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν |
22 Σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβελ καὶ ἠ̃ν σφυροκόπος χαλκεὺς χαλκου̃ καὶ σιδήρου ἀδελφὴ δὲ Θοβελ Νοεμα |
23 εἰ̃πεν δὲ Λαμεχ ται̃ς ἑαυτου̃ γυναιξίν Αδα καὶ Σελλα ἀκούσατέ μου τη̃ς φωνη̃ς γυναι̃κες Λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραυ̃μα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί |
24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Καιν ἐκ δὲ Λαμεχ ἑβδομηκοντάκις ἑπτά |
25 ἔγνω δὲ Αδαμ Ευαν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Αβελ ὃν ἀπέκτεινεν Καιν |
26 καὶ τω̨̃ Σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Ενως οὑ̃τος ἤλπισεν ἐπικαλει̃σθαι τὸ ὄνομα κυρίου του̃ θεου̃ |