Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΒΒΑΚΟΥΜ, κεφαλίς 2

ἐπὶ τη̃ς φυλακη̃ς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω του̃ ἰδει̃ν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθω̃ ἐπὶ τὸν ἔλεγχόν μου
καὶ ἀπεκρίθη πρός με κύριος καὶ εἰ̃πεν γράψον ὅρασιν καὶ σαφω̃ς ἐπὶ πυξίον ὅπως διώκη̨ ὁ ἀναγινώσκων αὐτά
διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελει̃ εἰς πέρας καὶ οὐκ εἰς κενόν ἐὰν ὑστερήση̨ ὑπόμεινον αὐτόν ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίση̨
ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃ ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται
ὁ δὲ κατοινωμένος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζών οὐδὲν μὴ περάνη̨ ὃς ἐπλάτυνεν καθὼς ὁ ἅ̨δης τὴν ψυχὴν αὐτου̃ καὶ οὑ̃τος ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ' αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς
οὐχὶ ταυ̃τα πάντα παραβολὴν κατ' αὐτου̃ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτου̃ καὶ ἐρου̃σιν οὐαὶ ὁ πληθύνων ἑαυτω̨̃ τὰ οὐκ ὄντα αὐτου̃ ἕως τίνος καὶ βαρύνων τὸν κλοιὸν αὐτου̃ στιβαρω̃ς
ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου καὶ ἔση̨ εἰς διαρπαγὴν αὐτοι̃ς
διότι σὺ ἐσκύλευσας ἔθνη πολλά σκυλεύσουσίν σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι' αἵματα ἀνθρώπων καὶ ἀσεβείας γη̃ς καὶ πόλεως καὶ πάντων τω̃ν κατοικούντων αὐτήν
ὠ̃ ὁ πλεονεκτω̃ν πλεονεξίαν κακὴν τω̨̃ οἴκω̨ αὐτου̃ του̃ τάξαι εἰς ὕψος νοσσιὰν αὐτου̃ του̃ ἐκσπασθη̃ναι ἐκ χειρὸς κακω̃ν
10 ἐβουλεύσω αἰσχύνην τω̨̃ οἴκω̨ σου συνεπέρανας λαοὺς πολλούς καὶ ἐξήμαρτεν ἡ ψυχή σου
11 διότι λίθος ἐκ τοίχου βοήσεται καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά
12 οὐαὶ ὁ οἰκοδομω̃ν πόλιν ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις
13 οὐ ταυ̃τά ἐστιν παρὰ κυρίου παντοκράτορος καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν
14 ὅτι πλησθήσεται ἡ γη̃ του̃ γνω̃ναι τὴν δόξαν κυρίου ὡς ὕδωρ κατακαλύψει αὐτούς
15 ὠ̃ ὁ ποτίζων τὸν πλησίον αὐτου̃ ἀνατροπη̨̃ θολερα̨̃ καὶ μεθύσκων ὅπως ἐπιβλέπη̨ ἐπὶ τὰ σπήλαια αὐτω̃ν
16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σὺ καὶ διασαλεύθητι καὶ σείσθητι ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξια̃ς κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου
17 διότι ἀσέβεια του̃ Λιβάνου καλύψει σε καὶ ταλαιπωρία θηρίων πτοήσει σε διὰ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γη̃ς καὶ πόλεως καὶ πάντων τω̃ν κατοικούντων αὐτήν
18 τί ὠφελει̃ γλυπτόν ὅτι ἔγλυψαν αὐτό ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδη̃ ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτου̃ του̃ ποιη̃σαι εἴδωλα κωφά
19 οὐαὶ ὁ λέγων τω̨̃ ξύλω̨ ἔκνηψον ἐξεγέρθητι καὶ τω̨̃ λίθω̨ ὑψώθητι καὶ αὐτό ἐστιν φαντασία του̃το δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου καὶ πα̃ν πνευ̃μα οὐκ ἔστιν ἐν αὐτω̨̃
20 ὁ δὲ κύριος ἐν ναω̨̃ ἁγίω̨ αὐτου̃ εὐλαβείσθω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.