Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 10,  στἰχοι 26-39

26 ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμω̃ν μετὰ τò λαβει̃ν τὴν ἐπίγνωσιν τη̃ς ἀληθείας οὐκέτι περὶ ἁμαρτιω̃ν ἀπολείπεται θυσία
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρòς ζη̃λος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμω̃ν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνή̨σκει
29 πόσω̨ δοκει̃τε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τòν υἱòν του̃ θεου̃ καταπατήσας καὶ τò αἱ̃μα τη̃ς διαθήκης κοινòν ἡγησάμενος ἐν ὡ̨̃ ἡγιάσθη καὶ τò πνευ̃μα τη̃ς χάριτος ἐνυβρίσας
30 οἴδαμεν γὰρ τòν εἰπόντα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω καὶ πάλιν κρινει̃ κύριος τòν λαòν αὐτου̃
31 φοβερòν τò ἐμπεσει̃ν εἰς χει̃ρας θεου̃ ζω̃ντος
32 ἀναμιμνή̨σκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἱ̃ς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων
33 του̃το μὲν ὀνειδισμοι̃ς τε καὶ θλίψεσιν θεατριζόμενοι του̃το δὲ κοινωνοὶ τω̃ν οὕτως ἀναστρεφομένων γενηθέντες
34 καὶ γὰρ τοι̃ς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τω̃ν ὑπαρχόντων ὑμω̃ν μετὰ χαρα̃ς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν
35 μὴ ἀποβάλητε οὐ̃ν τὴν παρρησίαν ὑμω̃ν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν
36 ὑπομονη̃ς γὰρ ἔχετε χρείαν ἵνα τò θέλημα του̃ θεου̃ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν
37 ἔτι γὰρ μικρòν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει
38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃
39 ἡμει̃ς δὲ οὐκ ἐσμὲν ὑποστολη̃ς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.