|
2 τη̃ς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους |
3 μιμνή̨σκεσθε τω̃ν δεσμίων ὡς συνδεδεμένοι τω̃ν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι |
4 τίμιος ὁ γάμος ἐν πα̃σιν καὶ ἡ κοίτη ἀμίαντος πόρνους γὰρ καὶ μοιχοὺς κρινει̃ ὁ θεός |
5 ἀφιλάργυρος ὁ τρόπος ἀρκούμενοι τοι̃ς παρου̃σιν αὐτòς γὰρ εἴρηκεν οὐ μή σε ἀνω̃ οὐδ' οὐ μή σε ἐγκαταλίπω |
6 ὥστε θαρρου̃ντας ἡμα̃ς λέγειν κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος |
7 μνημονεύετε τω̃ν ἡγουμένων ὑμω̃ν οἵτινες ἐλάλησαν ὑμι̃ν τòν λόγον του̃ θεου̃ ὡ̃ν ἀναθεωρου̃ντες τὴν ἔκβασιν τη̃ς ἀναστροφη̃ς μιμει̃σθε τὴν πίστιν |
8 ’Ιησου̃ς Χριστòς ἐχθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰω̃νας |
9 διδαχαι̃ς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε καλòν γὰρ χάριτι βεβαιου̃σθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἱ̃ς οὐκ ὠφελήθησαν οἱ περιπατου̃ντες |
10 ἔχομεν θυσιαστήριον ἐξ οὑ̃ φαγει̃ν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τη̨̃ σκηνη̨̃ λατρεύοντες |
11 ὡ̃ν γὰρ εἰσφέρεται ζώ̨ων τò αἱ̃μα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ του̃ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τη̃ς παρεμβολη̃ς |
12 διò καὶ ’Ιησου̃ς ἵνα ἁγιάση̨ διὰ του̃ ἰδίου αἵματος τòν λαόν ἔξω τη̃ς πύλης ἔπαθεν |
13 τοίνυν ἐξερχώμεθα πρòς αὐτòν ἔξω τη̃ς παρεμβολη̃ς τòν ὀνειδισμòν αὐτου̃ φέροντες |
14 οὐ γὰρ ἔχομεν ὡ̃δε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητου̃μεν |
15 δι' αὐτου̃ οὐ̃ν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντòς τω̨̃ θεω̨̃ του̃τ' ἔστιν καρπòν χειλέων ὁμολογούντων τω̨̃ ὀνόματι αὐτου̃ |
16 τη̃ς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε τοιαύταις γὰρ θυσίαις εὐαρεστει̃ται ὁ θεός |
17 πείθεσθε τοι̃ς ἡγουμένοις ὑμω̃ν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνου̃σιν ὑπὲρ τω̃ν ψυχω̃ν ὑμω̃ν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρα̃ς του̃το ποιω̃σιν καὶ μὴ στενάζοντες ἀλυσιτελὲς γὰρ ὑμι̃ν του̃το |
18 προσεύχεσθε περὶ ἡμω̃ν πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πα̃σιν καλω̃ς θέλοντες ἀναστρέφεσθαι |
19 περισσοτέρως δὲ παρακαλω̃ του̃το ποιη̃σαι ἵνα τάχιον ἀποκατασταθω̃ ὑμι̃ν |
20 ὁ δὲ θεòς τη̃ς εἰρήνης ὁ ἀναγαγὼν ἐκ νεκρω̃ν τòν ποιμένα τω̃ν προβάτων τòν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τòν κύριον ἡμω̃ν ’Ιησου̃ν |
21 καταρτίσαι ὑμα̃ς ἐν παντὶ ἀγαθω̨̃ εἰς τò ποιη̃σαι τò θέλημα αὐτου̃ ποιω̃ν ἐν ἡμι̃ν τò εὐάρεστον ἐνώπιον αὐτου̃ διὰ ’Ιησου̃ Χριστου̃ ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν |
22 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί ἀνέχεσθε του̃ λόγου τη̃ς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμι̃ν |
23 γινώσκετε τòν ἀδελφòν ἡμω̃ν Τιμόθεον ἀπολελυμένον μεθ' οὑ̃ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμα̃ς |
24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμω̃ν καὶ πάντας τοὺς ἁγίους ἀσπάζονται ὑμα̃ς οἱ ἀπò τη̃ς ’Ιταλίας |
25 ἡ χάρις μετὰ πάντων ὑμω̃ν |