ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 5
1 πα̃ς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρòς τòν θεόν ἵνα προσφέρη̨ δω̃ρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιω̃ν |
2 μετριοπαθει̃ν δυνάμενος τοι̃ς ἀγνοου̃σιν καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτòς περίκειται ἀσθένειαν |
3 καὶ δι' αὐτὴν ὀφείλει καθὼς περὶ του̃ λαου̃ οὕτως καὶ περὶ αὐτου̃ προσφέρειν περὶ ἁμαρτιω̃ν |
4 καὶ οὐχ ἑαυτω̨̃ τις λαμβάνει τὴν τιμήν ἀλλὰ καλούμενος ὑπò του̃ θεου̃ καθώσπερ καὶ ’Ααρών |
5 οὕτως καὶ ὁ Χριστòς οὐχ ἑαυτòν ἐδόξασεν γενηθη̃ναι ἀρχιερέα ἀλλ' ὁ λαλήσας πρòς αὐτόν υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε |
6 καθὼς καὶ ἐν ἑτέρω̨ λέγει σὺ ἱερεὺς εἰς τòν αἰω̃να κατὰ τὴν τάξιν Μελχισέδεκ |
7 ὃς ἐν ται̃ς ἡμέραις τη̃ς σαρκòς αὐτου̃ δεήσεις τε καὶ ἱκετηρίας πρòς τòν δυνάμενον σώ̨ζειν αὐτòν ἐκ θανάτου μετὰ κραυγη̃ς ἰσχυρα̃ς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπò τη̃ς εὐλαβείας |
8 καίπερ ὢν υἱòς ἔμαθεν ἀφ' ὡ̃ν ἔπαθεν τὴν ὑπακοήν |
9 καὶ τελειωθεὶς ἐγένετο πα̃σιν τοι̃ς ὑπακούουσιν αὐτω̨̃ αἴτιος σωτηρίας αἰωνίου |
10 προσαγορευθεὶς ὑπò του̃ θεου̃ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ |
11 περὶ οὑ̃ πολὺς ἡμι̃ν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν ἐπεὶ νωθροὶ γεγόνατε ται̃ς ἀκοαι̃ς |
12 καὶ γὰρ ὀφείλοντες εἰ̃ναι διδάσκαλοι διὰ τòν χρόνον πάλιν χρείαν ἔχετε του̃ διδάσκειν ὑμα̃ς τινὰ τὰ στοιχει̃α τη̃ς ἀρχη̃ς τω̃ν λογίων του̃ θεου̃ καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεα̃ς τροφη̃ς |
13 πα̃ς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης νήπιος γάρ ἐστιν |
14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τω̃ν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρòς διάκρισιν καλου̃ τε καὶ κακου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.