Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΩΣΗΕ, κεφαλίς 11

διότι νήπιος Ισραηλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτου̃
καθὼς μετεκάλεσα αὐτούς οὕτως ἀπώ̨χοντο ἐκ προσώπου μου αὐτοὶ τοι̃ς Βααλιμ ἔθυον καὶ τοι̃ς γλυπτοι̃ς ἐθυμίων
καὶ ἐγὼ συνεπόδισα τὸν Εφραιμ ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς
ἐν διαφθορα̨̃ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοι̃ς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοι̃ς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτου̃ καὶ ἐπιβλέψομαι πρὸς αὐτόν δυνήσομαι αὐτω̨̃
κατώ̨κησεν Εφραιμ ἐν Αἰγύπτω̨ καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτου̃ ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι
καὶ ἠσθένησεν ῥομφαία ἐν ται̃ς πόλεσιν αὐτου̃ καὶ κατέπαυσεν ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ φάγονται ἐκ τω̃ν διαβουλίων αὐτω̃ν
καὶ ὁ λαὸς αὐτου̃ ἐπικρεμάμενος ἐκ τη̃ς κατοικίας αὐτου̃ καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτου̃ θυμωθήσεται καὶ οὐ μὴ ὑψώση̨ αὐτόν
τί σε διαθω̃ Εφραιμ ὑπερασπιω̃ σου Ισραηλ τί σε διαθω̃ ὡς Αδαμα θήσομαί σε καὶ ὡς Σεβωιμ μετεστράφη ἡ καρδία μου ἐν τω̨̃ αὐτω̨̃ συνεταράχθη ἡ μεταμέλειά μου
οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν του̃ θυμου̃ μου οὐ μὴ ἐγκαταλίπω του̃ ἐξαλειφθη̃ναι τὸν Εφραιμ διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν
10 ὀπίσω κυρίου πορεύσομαι ὡς λέων ἐρεύξεται ὅτι αὐτὸς ὠρύσεται καὶ ἐκστήσονται τέκνα ὑδάτων
11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γη̃ς 'Ασσυρίων καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτω̃ν λέγει κύριος
12 ἐκύκλωσέν με ἐν ψεύδει Εφραιμ καὶ ἐν ἀσεβείαις οἰ̃κος Ισραηλ καὶ Ιουδα νυ̃ν ἔγνω αὐτοὺς ὁ θεός καὶ λαὸς ἅγιος κεκλήσεται θεου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.