Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΩΣΗΕ, κεφαλίς 2,  στἰχοι 9-17

καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτη̃ς καὶ οὐ μὴ καταλάβη̨ αὐτούς καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρη̨ αὐτούς καὶ ἐρει̃ πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον ὅτι καλω̃ς μοι ἠ̃ν τότε ἢ νυ̃ν
10 καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτη̨̃ τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ ἀργύριον ἐπλήθυνα αὐτη̨̃ αὐτὴ δὲ ἀργυρα̃ καὶ χρυσα̃ ἐποίησεν τη̨̃ Βααλ
11 διὰ του̃το ἐπιστρέψω καὶ κομιου̃μαι τὸν σι̃τόν μου καθ' ὥραν αὐτου̃ καὶ τὸν οἰ̃νόν μου ἐν καιρω̨̃ αὐτου̃ καὶ ἀφελου̃μαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου του̃ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτη̃ς
12 καὶ νυ̃ν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτη̃ς ἐνώπιον τω̃ν ἐραστω̃ν αὐτη̃ς καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου
13 καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτη̃ς ἑορτὰς αὐτη̃ς καὶ τὰς νουμηνίας αὐτη̃ς καὶ τὰ σάββατα αὐτη̃ς καὶ πάσας τὰς πανηγύρεις αὐτη̃ς
14 καὶ ἀφανιω̃ ἄμπελον αὐτη̃ς καὶ τὰς συκα̃ς αὐτη̃ς ὅσα εἰ̃πεν μισθώματά μου ταυ̃τά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον καὶ καταφάγεται αὐτὰ τὰ θηρία του̃ ἀγρου̃ καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τὰ ἑρπετὰ τη̃ς γη̃ς
15 καὶ ἐκδικήσω ἐπ' αὐτὴν τὰς ἡμέρας τω̃ν Βααλιμ ἐν αἱ̃ς ἐπέθυεν αὐτοι̃ς καὶ περιετίθετο τὰ ἐνώτια αὐτη̃ς καὶ τὰ καθόρμια αὐτη̃ς καὶ ἐπορεύετο ὀπίσω τω̃ν ἐραστω̃ν αὐτη̃ς ἐμου̃ δὲ ἐπελάθετο λέγει κύριος
16 διὰ του̃το ἰδοὺ ἐγὼ πλανω̃ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτη̃ς
17 καὶ δώσω αὐτη̨̃ τὰ κτήματα αὐτη̃ς ἐκει̃θεν καὶ τὴν κοιλάδα Αχωρ διανοι̃ξαι σύνεσιν αὐτη̃ς καὶ ταπεινωθήσεται ἐκει̃ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτη̃ς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτη̃ς ἐκ γη̃ς Αἰγύπτου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.