Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 11,  στἰχοι 10-16

10 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἡ ῥίζα του̃ Ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνω̃ν ἐπ' αὐτω̨̃ ἔθνη ἐλπιου̃σιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτου̃ τιμή
11 καὶ ἔσται τη̨̃ ἡμέρα̨ ἐκείνη̨ προσθήσει κύριος του̃ δει̃ξαι τὴν χει̃ρα αὐτου̃ του̃ ζηλω̃σαι τὸ καταλειφθὲν ὑπόλοιπον του̃ λαου̃ ὃ ἂν καταλειφθη̨̃ ἀπὸ τω̃ν 'Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αιλαμιτω̃ν καὶ ἀπὸ ἡλίου ἀνατολω̃ν καὶ ἐξ 'Αραβίας
12 καὶ ἀρει̃ σημει̃ον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους του̃ Ιουδα συνάξει ἐκ τω̃ν τεσσάρων πτερύγων τη̃ς γη̃ς
13 καὶ ἀφαιρεθήσεται ὁ ζη̃λος Εφραιμ καὶ οἱ ἐχθροὶ Ιουδα ἀπολου̃νται Εφραιμ οὐ ζηλώσει Ιουδαν καὶ Ιουδας οὐ θλίψει Εφραιμ
14 καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ' ἡλίου ἀνατολω̃ν καὶ Ιδουμαίαν καὶ ἐπὶ Μωαβ πρω̃τον τὰς χει̃ρας ἐπιβαλου̃σιν οἱ δὲ υἱοὶ Αμμων πρω̃τοι ὑπακούσονται
15 καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίω̨ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν
16 καὶ ἔσται δίοδος τω̨̃ καταλειφθέντι μου λαω̨̃ ἐν Αἰγύπτω̨ καὶ ἔσται τω̨̃ Ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξη̃λθεν ἐκ γη̃ς Αἰγύπτου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.