ΗΣΑΙΑΣ,
κεφαλίς 17,
στἰχοι 1-6
1 τὸ ῥη̃μα τὸ κατὰ Δαμασκου̃ ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτω̃σιν |
2 καταλελειμμένη εἰς τὸν αἰω̃να εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν καὶ οὐκ ἔσται ὁ διώκων |
3 καὶ οὐκέτι ἔσται ὀχυρὰ του̃ καταφυγει̃ν Εφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκω̨̃ καὶ τὸ λοιπὸν τω̃ν Σύρων ἀπολει̃ται οὐ γὰρ σὺ βελτίων εἰ̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ τη̃ς δόξης αὐτω̃ν τάδε λέγει κύριος σαβαωθ |
4 ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔκλειψις τη̃ς δόξης Ιακωβ καὶ τὰ πίονα τη̃ς δόξης αὐτου̃ σεισθήσεται |
5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγη̨ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τω̨̃ βραχίονι αὐτου̃ ἀμήση̨ καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγη̨ στάχυν ἐν φάραγγι στερεα̨̃ |
6 καὶ καταλειφθη̨̃ ἐν αὐτη̨̃ καλάμη ἢ ὡς ῥω̃γες ἐλαίας δύο ἢ τρει̃ς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τω̃ν κλάδων αὐτω̃ν καταλειφθη̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.