ΗΣΑΙΑΣ,
κεφαλίς 25
1 κύριε ὁ θεός μου δοξάσω σε ὑμνήσω τὸ ὄνομά σου ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθινήν γένοιτο κύριε |
2 ὅτι ἔθηκας πόλεις εἰς χω̃μα πόλεις ὀχυρὰς του̃ πεσει̃ν αὐτω̃ν τὰ θεμέλια τω̃ν ἀσεβω̃ν πόλις εἰς τὸν αἰω̃να οὐ μὴ οἰκοδομηθη̨̃ |
3 διὰ του̃το εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε |
4 ἐγένου γὰρ πάση̨ πόλει ταπεινη̨̃ βοηθὸς καὶ τοι̃ς ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρω̃ν ῥύση̨ αὐτούς σκέπη διψώντων καὶ πνευ̃μα ἀνθρώπων ἀδικουμένων |
5 εὐλογήσουσίν σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψω̃ντες ἐν Σιων ἀπὸ ἀνθρώπων ἀσεβω̃ν οἱ̃ς ἡμα̃ς παρέδωκας |
6 καὶ ποιήσει κύριος σαβαωθ πα̃σι τοι̃ς ἔθνεσιν ἐπὶ τὸ ὄρος του̃το πίονται εὐφροσύνην πίονται οἰ̃νον χρίσονται μύρον |
7 ἐν τω̨̃ ὄρει τούτω̨ παράδος ταυ̃τα πάντα τοι̃ς ἔθνεσιν ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη |
8 κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφει̃λεν ὁ θεὸς πα̃ν δάκρυον ἀπὸ παντὸς προσώπου τὸ ὄνειδος του̃ λαου̃ ἀφει̃λεν ἀπὸ πάσης τη̃ς γη̃ς τὸ γὰρ στόμα κυρίου ἐλάλησεν |
9 καὶ ἐρου̃σιν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἰδοὺ ὁ θεὸς ἡμω̃ν ἐφ' ὡ̨̃ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τη̨̃ σωτηρία̨ ἡμω̃ν |
10 ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος του̃το καὶ καταπατηθήσεται ἡ Μωαβι̃τις ὃν τρόπον πατου̃σιν ἅλωνα ἐν ἁμάξαις |
11 καὶ ἀνήσει τὰς χει̃ρας αὐτου̃ ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν του̃ ἀπολέσαι καὶ ταπεινώσει τὴν ὕβριν αὐτου̃ ἐφ' ἃ τὰς χει̃ρας ἐπέβαλεν |
12 καὶ τὸ ὕψος τη̃ς καταφυγη̃ς του̃ τοίχου σου ταπεινώσει καὶ καταβήσεται ἕως του̃ ἐδάφους |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.