Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 30

οὐαὶ τέκνα ἀποστάται τάδε λέγει κύριος ἐποιήσατε βουλὴν οὐ δι' ἐμου̃ καὶ συνθήκας οὐ διὰ του̃ πνεύματός μου προσθει̃ναι ἁμαρτίας ἐφ' ἁμαρτίαις
οἱ πορευόμενοι καταβη̃ναι εἰς Αἴγυπτον ἐμὲ δὲ οὐκ ἐπηρώτησαν του̃ βοηθηθη̃ναι ὑπὸ Φαραω καὶ σκεπασθη̃ναι ὑπὸ Αἰγυπτίων
ἔσται γὰρ ὑμι̃ν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοι̃ς πεποιθόσιν ἐπ' Αἴγυπτον ὄνειδος
ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί μάτην κοπιάσουσιν
πρὸς λαόν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἰς ὠφέλειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος
ἡ ὅρασις τω̃ν τετραπόδων τω̃ν ἐν τη̨̃ ἐρήμω̨ ἐν τη̨̃ θλίψει καὶ τη̨̃ στενοχωρία̨ λέων καὶ σκύμνος λέοντος ἐκει̃θεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων οἳ ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλου̃τον αὐτω̃ν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος
Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμα̃ς ἀπάγγειλον αὐτοι̃ς ὅτι ματαία ἡ παράκλησις ὑμω̃ν αὕτη
νυ̃ν οὐ̃ν καθίσας γράψον ἐπὶ πυξίου ταυ̃τα καὶ εἰς βιβλίον ὅτι ἔσται εἰς ἡμέρας καιρω̃ν ταυ̃τα καὶ ἕως εἰς τὸν αἰω̃να
ὅτι λαὸς ἀπειθής ἐστιν υἱοὶ ψευδει̃ς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον του̃ θεου̃
10 οἱ λέγοντες τοι̃ς προφήταις μὴ ἀναγγέλλετε ἡμι̃ν καὶ τοι̃ς τὰ ὁράματα ὁρω̃σιν μὴ λαλει̃τε ἡμι̃ν ἀλλὰ ἡμι̃ν λαλει̃τε καὶ ἀναγγέλλετε ἡμι̃ν ἑτέραν πλάνησιν
11 καὶ ἀποστρέψατε ἡμα̃ς ἀπὸ τη̃ς ὁδου̃ ταύτης ἀφέλετε ἀφ' ἡμω̃ν τὸν τρίβον του̃τον καὶ ἀφέλετε ἀφ' ἡμω̃ν τὸν ἅγιον του̃ Ισραηλ
12 διὰ του̃το οὕτως λέγει κύριος ὁ ἅγιος του̃ Ισραηλ ὅτι ἠπειθήσατε τοι̃ς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τω̨̃ λόγω̨ τούτω̨
13 διὰ του̃το ἔσται ὑμι̃ν ἡ ἁμαρτία αὕτη ὡς τει̃χος πι̃πτον παραχρη̃μα πόλεως ὀχυρα̃ς ἑαλωκυίας ἡ̃ς παραχρη̃μα πάρεστιν τὸ πτω̃μα
14 καὶ τὸ πτω̃μα αὐτη̃ς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρει̃ν ἐν αὐτοι̃ς ὄστρακον ἐν ὡ̨̃ πυ̃ρ ἀρει̃ς καὶ ἐν ὡ̨̃ ἀποσυριει̃ς ὕδωρ μικρόν
15 οὕτω λέγει κύριος ὁ ἅγιος του̃ Ισραηλ ὅταν ἀποστραφεὶς στενάξη̨ς τότε σωθήση̨ καὶ γνώση̨ που̃ ἠ̃σθα ὅτε ἐπεποίθεις ἐπὶ τοι̃ς ματαίοις ματαία ἡ ἰσχὺς ὑμω̃ν ἐγενήθη καὶ οὐκ ἠβούλεσθε ἀκούειν
16 ἀλλ' εἴπατε ἐφ' ἵππων φευξόμεθα διὰ του̃το φεύξεσθε καὶ εἴπατε ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα διὰ του̃το κου̃φοι ἔσονται οἱ διώκοντες ὑμα̃ς
17 διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί ἕως ἂν καταλειφθη̃τε ὡς ἱστὸς ἐπ' ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνου̃
18 καὶ πάλιν μενει̃ ὁ θεὸς του̃ οἰκτιρη̃σαι ὑμα̃ς καὶ διὰ του̃το ὑψωθήσεται του̃ ἐλεη̃σαι ὑμα̃ς διότι κριτὴς κύριος ὁ θεὸς ἡμω̃ν ἐστιν καὶ που̃ καταλείψετε τὴν δόξαν ὑμω̃ν μακάριοι οἱ ἐμμένοντες ἐν αὐτω̨̃
19 διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει καὶ Ιερουσαλημ κλαυθμω̨̃ ἔκλαυσεν ἐλέησόν με ἐλεήσει σε τὴν φωνὴν τη̃ς κραυγη̃ς σου ἡνίκα εἰ̃δεν ἐπήκουσέν σου
20 καὶ δώσει κύριος ὑμι̃ν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανω̃ντές σε ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανω̃ντάς σε
21 καὶ τὰ ὠ̃τά σου ἀκούσονται τοὺς λόγους τω̃ν ὀπίσω σε πλανησάντων οἱ λέγοντες αὕτη ἡ ὁδός πορευθω̃μεν ἐν αὐτη̨̃ εἴτε δεξιὰ εἴτε ἀριστερά
22 καὶ ἐξαρει̃ς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά
23 τότε ἔσται ὁ ὑετὸς τω̨̃ σπέρματι τη̃ς γη̃ς σου καὶ ὁ ἄρτος του̃ γενήματος τη̃ς γη̃ς σου ἔσται πλησμονὴ καὶ λιπαρός καὶ βοσκηθήσεταί σου τὰ κτήνη τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τόπον πίονα καὶ εὐρύχωρον
24 οἱ ταυ̃ροι ὑμω̃ν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γη̃ν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθη̨̃ λελικμημένα
25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλου̃ καὶ ἐπὶ παντὸς βουνου̃ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι
26 καὶ ἔσται τὸ φω̃ς τη̃ς σελήνης ὡς τὸ φω̃ς του̃ ἡλίου καὶ τὸ φω̃ς του̃ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τη̨̃ ἡμέρα̨ ὅταν ἰάσηται κύριος τὸ σύντριμμα του̃ λαου̃ αὐτου̃ καὶ τὴν ὀδύνην τη̃ς πληγη̃ς σου ἰάσεται
27 ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλου̃ καιόμενος ὁ θυμός μετὰ δόξης τὸ λόγιον τω̃ν χειλέων αὐτου̃ τὸ λόγιον ὀργη̃ς πλη̃ρες καὶ ἡ ὀργὴ του̃ θυμου̃ ὡς πυ̃ρ ἔδεται
28 καὶ τὸ πνευ̃μα αὐτου̃ ὡς ὕδωρ ἐν φάραγγι συ̃ρον ἥξει ἕως του̃ τραχήλου καὶ διαιρεθήσεται του̃ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαία̨ καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτω̃ν
29 μὴ διὰ παντὸς δει̃ ὑμα̃ς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθει̃ν μετὰ αὐλου̃ εἰς τὸ ὄρος του̃ κυρίου πρὸς τὸν θεὸν του̃ Ισραηλ
30 καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τη̃ς φωνη̃ς αὐτου̃ καὶ τὸν θυμὸν του̃ βραχίονος αὐτου̃ δείξει μετὰ θυμου̃ καὶ ὀργη̃ς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βία̨
31 διὰ γὰρ φωνὴν κυρίου ἡττηθήσονται 'Ασσύριοι τη̨̃ πληγη̨̃ ἡ̨̃ ἂν πατάξη̨ αὐτούς
32 καὶ ἔσται αὐτω̨̃ κυκλόθεν ὅθεν ἠ̃ν αὐτω̨̃ ἡ ἐλπὶς τη̃ς βοηθείας ἐφ' ἡ̨̃ αὐτὸς ἐπεποίθει αὐτοὶ μετὰ αὐλω̃ν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολη̃ς
33 σὺ γὰρ πρὸ ἡμερω̃ν ἀπαιτηθήση̨ μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν φάραγγα βαθει̃αν ξύλα κείμενα πυ̃ρ καὶ ξύλα πολλά ὁ θυμὸς κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.