Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 40

παρακαλει̃τε παρακαλει̃τε τὸν λαόν μου λέγει ὁ θεός
ἱερει̃ς λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ παρακαλέσατε αὐτήν ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτη̃ς λέλυται αὐτη̃ς ἡ ἁμαρτία ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλα̃ τὰ ἁμαρτήματα αὐτη̃ς
φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους του̃ θεου̃ ἡμω̃ν
πα̃σα φάραγξ πληρωθήσεται καὶ πα̃ν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθει̃αν καὶ ἡ τραχει̃α εἰς πεδία
καὶ ὀφθήσεται ἡ δόξα κυρίου καὶ ὄψεται πα̃σα σὰρξ τὸ σωτήριον του̃ θεου̃ ὅτι κύριος ἐλάλησεν
φωνὴ λέγοντος βόησον καὶ εἰ̃πα τί βοήσω πα̃σα σὰρξ χόρτος καὶ πα̃σα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου
ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν
τὸ δὲ ῥη̃μα του̃ θεου̃ ἡμω̃ν μένει εἰς τὸν αἰω̃να
ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιων ὕψωσον τη̨̃ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ιερουσαλημ ὑψώσατε μὴ φοβει̃σθε εἰπὸν ται̃ς πόλεσιν Ιουδα ἰδοὺ ὁ θεὸς ὑμω̃ν
10 ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας ἰδοὺ ὁ μισθὸς αὐτου̃ μετ' αὐτου̃ καὶ τὸ ἔργον ἐναντίον αὐτου̃
11 ὡς ποιμὴν ποιμανει̃ τὸ ποίμνιον αὐτου̃ καὶ τω̨̃ βραχίονι αὐτου̃ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει
12 τίς ἐμέτρησεν τη̨̃ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμη̨̃ καὶ πα̃σαν τὴν γη̃ν δρακί τίς ἔστησεν τὰ ὄρη σταθμω̨̃ καὶ τὰς νάπας ζυγω̨̃
13 τίς ἔγνω νου̃ν κυρίου καὶ τίς αὐτου̃ σύμβουλος ἐγένετο ὃς συμβιβα̨̃ αὐτόν
14 ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ἢ τίς ἔδειξεν αὐτω̨̃ κρίσιν ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτω̨̃
15 εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγου̃ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται
16 ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καυ̃σιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν
17 καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν
18 τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν
19 μὴ εἰκόνα ἐποίησεν τέκτων ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν ὁμοίωμα κατεσκεύασεν αὐτόν
20 ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφω̃ς ζητει̃ πω̃ς στήσει αὐτου̃ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται
21 οὐ γνώσεσθε οὐκ ἀκούσεσθε οὐκ ἀνηγγέλη ἐξ ἀρχη̃ς ὑμι̃ν οὐκ ἔγνωτε τὰ θεμέλια τη̃ς γη̃ς
22 ὁ κατέχων τὸν γυ̃ρον τη̃ς γη̃ς καὶ οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ ὡς ἀκρίδες ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικει̃ν
23 ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν τὴν δὲ γη̃ν ὡς οὐδὲν ἐποίησεν
24 οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν οὐδὲ μὴ ῥιζωθη̨̃ εἰς τὴν γη̃ν ἡ ῥίζα αὐτω̃ν ἔπνευσεν ἐπ' αὐτοὺς καὶ ἐξηράνθησαν καὶ καταιγὶς ὡς φρύγανα ἀναλήμψεται αὐτούς
25 νυ̃ν οὐ̃ν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι εἰ̃πεν ὁ ἅγιος
26 ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ ἴδετε τίς κατέδειξεν πάντα ταυ̃τα ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτου̃ πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλη̃ς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν
27 μὴ γὰρ εἴπη̨ς Ιακωβ καὶ τί ἐλάλησας Ισραηλ ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ του̃ θεου̃ καὶ ὁ θεός μου τὴν κρίσιν ἀφει̃λεν καὶ ἀπέστη
28 καὶ νυ̃ν οὐκ ἔγνως εἰ μὴ ἤκουσας θεὸς αἰώνιος ὁ θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τη̃ς γη̃ς οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδὲ ἔστιν ἐξεύρεσις τη̃ς φρονήσεως αὐτου̃
29 διδοὺς τοι̃ς πεινω̃σιν ἰσχὺν καὶ τοι̃ς μὴ ὀδυνωμένοις λύπην
30 πεινάσουσιν γὰρ νεώτεροι καὶ κοπιάσουσιν νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται
31 οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν πτεροφυήσουσιν ὡς ἀετοί δραμου̃νται καὶ οὐ κοπιάσουσιν βαδιου̃νται καὶ οὐ πεινάσουσιν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.