ΗΣΑΙΑΣ,
κεφαλίς 42,
στἰχοι 5-9
5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γη̃ν καὶ τὰ ἐν αὐτη̨̃ καὶ διδοὺς πνοὴν τω̨̃ λαω̨̃ τω̨̃ ἐπ' αὐτη̃ς καὶ πνευ̃μα τοι̃ς πατου̃σιν αὐτήν |
6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνη̨ καὶ κρατήσω τη̃ς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν |
7 ἀνοι̃ξαι ὀφθαλμοὺς τυφλω̃ν ἐξαγαγει̃ν ἐκ δεσμω̃ν δεδεμένους καὶ ἐξ οἴκου φυλακη̃ς καθημένους ἐν σκότει |
8 ἐγὼ κύριος ὁ θεός του̃τό μού ἐστιν τὸ ὄνομα τὴν δόξαν μου ἑτέρω̨ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοι̃ς γλυπτοι̃ς |
9 τὰ ἀπ' ἀρχη̃ς ἰδοὺ ἥκασιν καὶ καινὰ ἃ ἐγὼ ἀναγγελω̃ καὶ πρὸ του̃ ἀνατει̃λαι ἐδηλώθη ὑμι̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.