Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 48

ἀκούσατε ταυ̃τα οἰ̃κος Ιακωβ οἱ κεκλημένοι τω̨̃ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ μιμνη̨σκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης
καὶ ἀντεχόμενοι τω̨̃ ὀνόματι τη̃ς πόλεως τη̃ς ἁγίας καὶ ἐπὶ τω̨̃ θεω̨̃ του̃ Ισραηλ ἀντιστηριζόμενοι κύριος σαβαωθ ὄνομα αὐτω̨̃
τὰ πρότερα ἔτι ἀνήγγειλα καὶ ἐκ του̃ στόματός μου ἐξη̃λθεν καὶ ἀκουστὸν ἐγένετο ἐξάπινα ἐποίησα καὶ ἐπη̃λθεν
γινώσκω ἐγὼ ὅτι σκληρὸς εἰ̃ καὶ νευ̃ρον σιδηρου̃ν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκου̃ν
καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθει̃ν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπη̨ς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπη̨ς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι
ἠκούσατε πάντα καὶ ὑμει̃ς οὐκ ἔγνωτε ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ του̃ νυ̃ν ἃ μέλλει γίνεσθαι καὶ οὐκ εἰ̃πας
νυ̃ν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά μὴ εἴπη̨ς ὅτι ναί γινώσκω αὐτά
οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ' ἀρχη̃ς ἤνοιξά σου τὰ ὠ̃τα ἔγνων γὰρ ὅτι ἀθετω̃ν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήση̨
ἕνεκεν του̃ ἐμου̃ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε
10 ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας
11 ἕνεκεν ἐμου̃ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλου̃ται καὶ τὴν δόξαν μου ἑτέρω̨ οὐ δώσω
12 ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλω̃ ἐγώ εἰμι πρω̃τος καὶ ἐγώ εἰμι εἰς τὸν αἰω̃να
13 καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γη̃ν καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα
14 καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται τίς αὐτοι̃ς ἀνήγγειλεν ταυ̃τα ἀγαπω̃ν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλω̃να του̃ ἀ̃ραι σπέρμα Χαλδαίων
15 ἐγὼ ἐλάλησα ἐγὼ ἐκάλεσα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτου̃
16 προσαγάγετε πρός με καὶ ἀκούσατε ταυ̃τα οὐκ ἀπ' ἀρχη̃ς ἐν κρυφη̨̃ ἐλάλησα οὐδὲ ἐν τόπω̨ γη̃ς σκοτεινω̨̃ ἡνίκα ἐγένετο ἐκει̃ ἤμην καὶ νυ̃ν κύριος ἀπέσταλκέν με καὶ τὸ πνευ̃μα αὐτου̃
17 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ ἐγώ εἰμι ὁ θεός σου δέδειχά σοι του̃ εὑρει̃ν σε τὴν ὁδόν ἐν ἡ̨̃ πορεύση̨ ἐν αὐτη̨̃
18 καὶ εἰ ἤκουσας τω̃ν ἐντολω̃ν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κυ̃μα θαλάσσης
19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τη̃ς κοιλίας σου ὡς ὁ χου̃ς τη̃ς γη̃ς οὐδὲ νυ̃ν οὐ μὴ ἐξολεθρευθη̨̃ς οὐδὲ ἀπολει̃ται τὸ ὄνομά σου ἐνώπιόν μου
20 ἔξελθε ἐκ Βαβυλω̃νος φεύγων ἀπὸ τω̃ν Χαλδαίων φωνὴν εὐφροσύνης ἀναγγείλατε καὶ ἀκουστὸν γενέσθω του̃το ἀπαγγείλατε ἕως ἐσχάτου τη̃ς γη̃ς λέγετε ἐρρύσατο κύριος τὸν δου̃λον αὐτου̃ Ιακωβ
21 καὶ ἐὰν διψήσωσιν δι' ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοι̃ς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται ὁ λαός μου
22 οὐκ ἔστιν χαίρειν τοι̃ς ἀσεβέσιν λέγει κύριος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.