ΗΣΑΙΑΣ,
κεφαλίς 62
1 διὰ Σιων οὐ σιωπήσομαι καὶ διὰ Ιερουσαλημ οὐκ ἀνήσω ἕως ἂν ἐξέλθη̨ ὡς φω̃ς ἡ δικαιοσύνη μου τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται |
2 καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλει̃ς τὴν δόξαν σου καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν ὃ ὁ κύριος ὀνομάσει αὐτό |
3 καὶ ἔση̨ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ θεου̃ σου |
4 καὶ οὐκέτι κληθήση̨ καταλελειμμένη καὶ ἡ γη̃ σου οὐ κληθήσεται ἔρημος σοὶ γὰρ κληθήσεται θέλημα ἐμόν καὶ τη̨̃ γη̨̃ σου οἰκουμένη |
5 καὶ ὡς συνοικω̃ν νεανίσκος παρθένω̨ οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σου̃ καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφη̨ οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί |
6 καὶ ἐπὶ τω̃ν τειχέων σου Ιερουσαλημ κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνη̨σκόμενοι κυρίου |
7 οὐκ ἔστιν γὰρ ὑμι̃ν ὅμοιος ἐὰν διορθώση̨ καὶ ποιήση̨ Ιερουσαλημ ἀγαυρίαμα ἐπὶ τη̃ς γη̃ς |
8 ὤμοσεν κύριος κατὰ τη̃ς δεξια̃ς αὐτου̃ καὶ κατὰ τη̃ς ἰσχύος του̃ βραχίονος αὐτου̃ εἰ ἔτι δώσω τὸν σι̃τόν σου καὶ τὰ βρώματά σου τοι̃ς ἐχθροι̃ς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἰ̃νόν σου ἐφ' ὡ̨̃ ἐμόχθησας |
9 ἀλλ' ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσιν κύριον καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ται̃ς ἐπαύλεσιν ται̃ς ἁγίαις μου |
10 πορεύεσθε διὰ τω̃ν πυλω̃ν μου καὶ ὁδοποιήσατε τω̨̃ λαω̨̃ μου καὶ τοὺς λίθους τοὺς ἐκ τη̃ς ὁδου̃ διαρρίψατε ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη |
11 ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τη̃ς γη̃ς εἴπατε τη̨̃ θυγατρὶ Σιων ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτου̃ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτου̃ |
12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου σὺ δὲ κληθήση̨ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.