Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 15,  στἰχοι 10-21

10 οἴμμοι ἐγώ μη̃τερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάση̨ τη̨̃ γη̨̃ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοι̃ς καταρωμένοις με
11 γένοιτο δέσποτα κατευθυνόντων αὐτω̃ν εἰ μὴ παρέστην σοι ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν καὶ ἐν καιρω̨̃ θλίψεως αὐτω̃ν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν
12 εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκου̃ν
13 ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πα̃σι τοι̃ς ὁρίοις σου
14 καὶ καταδουλώσω σε κύκλω̨ τοι̃ς ἐχθροι̃ς σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ οὐκ ἤ̨δεις ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου ἐφ' ὑμα̃ς καυθήσεται
15 κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθώ̨ωσόν με ἀπὸ τω̃ν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνω̃θι ὡς ἔλαβον περὶ σου̃ ὀνειδισμὸν
16 ὑπὸ τω̃ν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί κύριε παντοκράτωρ
17 οὐκ ἐκάθισα ἐν συνεδρίω̨ αὐτω̃ν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθην
18 ἵνα τί οἱ λυπου̃ντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν
19 διὰ του̃το τάδε λέγει κύριος ἐὰν ἐπιστρέψη̨ς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήση̨ καὶ ἐὰν ἐξαγάγη̨ς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔση̨ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς
20 καὶ δώσω σε τω̨̃ λαω̨̃ τούτω̨ ὡς τει̃χος ὀχυρὸν χαλκου̃ν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σου̃ εἰμι του̃ σώ̨ζειν σε
21 καὶ ἐξαιρει̃σθαί σε ἐκ χειρὸς πονηρω̃ν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.