ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 19,
στἰχοι 2-6
2 καὶ ἐξελεύση̨ εἰς τὸ πολυάνδριον υἱω̃ν τω̃ν τέκνων αὐτω̃ν ὅ ἐστιν ἐπὶ τω̃ν προθύρων πύλης τη̃ς χαρσιθ καὶ ἀνάγνωθι ἐκει̃ πάντας τοὺς λόγους οὓς ἂν λαλήσω πρὸς σέ |
3 καὶ ἐρει̃ς αὐτοι̃ς ἀκούσατε τὸν λόγον κυρίου βασιλει̃ς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ται̃ς πύλαις ταύταις τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον του̃τον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃ |
4 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον του̃τον καὶ ἐθυμίασαν ἐν αὐτω̨̃ θεοι̃ς ἀλλοτρίοις οἱ̃ς οὐκ ἤ̨δεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν καὶ οἱ βασιλει̃ς Ιουδα ἔπλησαν τὸν τόπον του̃τον αἱμάτων ἀθώ̨ων |
5 καὶ ὠ̨κοδόμησαν ὑψηλὰ τη̨̃ Βααλ του̃ κατακαίειν τοὺς υἱοὺς αὐτω̃ν ἐν πυρί ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τη̨̃ καρδία̨ μου |
6 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐ κληθήσεται τω̨̃ τόπω̨ τούτω̨ ἔτι διάπτωσις καὶ πολυάνδριον υἱου̃ Εννομ ἀλλ' ἢ πολυάνδριον τη̃ς σφαγη̃ς |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.