Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 20,  στἰχοι 7-18

7 ἠπάτησάς με κύριε καὶ ἠπατήθην ἐκράτησας καὶ ἠδυνάσθης ἐγενόμην εἰς γέλωτα πα̃σαν ἡμέραν διετέλεσα μυκτηριζόμενος
8 ὅτι πικρω̨̃ λόγω̨ μου γελάσομαι ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι ὅτι ἐγενήθη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πα̃σαν ἡμέραν μου
9 καὶ εἰ̃πα οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ καὶ ἐγένετο ὡς πυ̃ρ καιόμενον φλέγον ἐν τοι̃ς ὀστέοις μου καὶ παρει̃μαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν
10 ὅτι ἤκουσα ψόγον πολλω̃ν συναθροιζομένων κυκλόθεν ἐπισύστητε καὶ ἐπισυστω̃μεν αὐτω̨̃ πάντες ἄνδρες φίλοι αὐτου̃ τηρήσατε τὴν ἐπίνοιαν αὐτου̃ εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτω̨̃ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμω̃ν ἐξ αὐτου̃
11 καὶ κύριος μετ' ἐμου̃ καθὼς μαχητὴς ἰσχύων διὰ του̃το ἐδίωξαν καὶ νοη̃σαι οὐκ ἠδύναντο ἠ̨σχύνθησαν σφόδρα ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτω̃ν αἳ δι' αἰω̃νος οὐκ ἐπιλησθήσονται
12 κύριε δοκιμάζων δίκαια συνίων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐν αὐτοι̃ς ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου
13 ἄ̨σατε τω̨̃ κυρίω̨ αἰνέσατε αὐτω̨̃ ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων
14 ἐπικατάρατος ἡ ἡμέρα ἐν ἡ̨̃ ἐτέχθην ἐν αὐτη̨̃ ἡ ἡμέρα ἐν ἡ̨̃ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή
15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τω̨̃ πατρί μου λέγων ἐτέχθη σοι ἄρσεν εὐφραινόμενος
16 ἔστω ὁ ἄνθρωπος ἐκει̃νος ὡς αἱ πόλεις ἃς κατέστρεψεν κύριος ἐν θυμω̨̃ καὶ οὐ μετεμελήθη ἀκουσάτω κραυγη̃ς τὸ πρωὶ καὶ ἀλαλαγμου̃ μεσημβρίας
17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρα̨ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας
18 ἵνα τί του̃το ἐξη̃λθον ἐκ μήτρας του̃ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνη̨ αἱ ἡμέραι μου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.