ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 22,
στἰχοι 20-30
20 ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τη̃ς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου |
21 ἐλάλησα πρὸς σὲ ἐν τη̨̃ παραπτώσει σου καὶ εἰ̃πας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τη̃ς φωνη̃ς μου |
22 πάντας τοὺς ποιμένας σου ποιμανει̃ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσία̨ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήση̨ καὶ ἀτιμωθήση̨ ἀπὸ πάντων τω̃ν φιλούντων σε |
23 κατοικου̃σα ἐν τω̨̃ Λιβάνω̨ ἐννοσσεύουσα ἐν ται̃ς κέδροις καταστενάξεις ἐν τω̨̃ ἐλθει̃ν σοι ὠδι̃νας ὡς τικτούσης |
24 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου ἐκει̃θεν ἐκσπάσω σε |
25 καὶ παραδώσω σε εἰς χει̃ρας τω̃ν ζητούντων τὴν ψυχήν σου ὡ̃ν σὺ εὐλαβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν εἰς χει̃ρας τω̃ν Χαλδαίων |
26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκου̃σάν σε εἰς γη̃ν οὑ̃ οὐκ ἐτέχθης ἐκει̃ καὶ ἐκει̃ ἀποθανει̃σθε |
27 εἰς δὲ τὴν γη̃ν ἣν αὐτοὶ εὔχονται ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐ μὴ ἀποστρέψωσιν |
28 ἠτιμώθη Ιεχονιας ὡς σκευ̃ος οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γη̃ν ἣν οὐκ ἤ̨δει |
29 γη̃ γη̃ ἄκουε λόγον κυρίου |
30 γράψον τὸν ἄνδρα του̃τον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθη̨̃ ἐκ του̃ σπέρματος αὐτου̃ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τω̨̃ Ιουδα |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.