Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 31

τη̨̃ Μωαβ οὕτως εἰ̃πεν κύριος οὐαὶ ἐπὶ Ναβαυ ὅτι ὤλετο ἐλήμφθη Καριαθαιμ ἠ̨σχύνθη Αμαθ καὶ ἡττήθη
οὐκ ἔστιν ἔτι ἰατρεία Μωαβ ἀγαυρίαμα ἐν Εσεβων ἐλογίσαντο ἐπ' αὐτὴν κακά ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους καὶ παυ̃σιν παύσεται ὄπισθέν σου βαδιει̃ται μάχαιρα
ὅτι φωνὴ κεκραγότων ἐξ Ωρωναιμ ὄλεθρος καὶ σύντριμμα μέγα
συνετρίβη Μωαβ ἀναγγείλατε εἰς Ζογορα
ὅτι ἐπλήσθη Αλαωθ ἐν κλαυθμω̨̃ ἀναβήσεται κλαίων ἐν ὁδω̨̃ Ωρωναιμ κραυγὴν συντρίμματος ἠκούσατε
φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμω̃ν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμω̨
ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου καὶ σὺ συλλημφθήση̨ καὶ ἐξελεύσεται Χαμως ἐν ἀποικία̨ οἱ ἱερει̃ς αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ ἅμα
καὶ ἥξει ὄλεθρος ἐπὶ πα̃σαν πόλιν καὶ πόλις οὐ μὴ σωθη̨̃ καὶ ἀπολει̃ται ὁ αὐλών καὶ ἐξολεθρευθήσεται ἡ πεδινή καθὼς εἰ̃πεν κύριος
δότε σημει̃α τη̨̃ Μωαβ ὅτι ἁφη̨̃ ἀναφθήσεται καὶ πα̃σαι αἱ πόλεις αὐτη̃ς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτη̨̃
10 ἐπικατάρατος ὁ ποιω̃ν τὰ ἔργα κυρίου ἀμελω̃ς ἐξαίρων μάχαιραν αὐτου̃ ἀφ' αἵματος
11 ἀνεπαύσατο Μωαβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἠ̃ν ἐπὶ τη̨̃ δόξη̨ αὐτου̃ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγει̃ον καὶ εἰς ἀποικισμὸν οὐκ ὤ̨χετο διὰ του̃το ἔστη γευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ καὶ ὀσμὴ αὐτου̃ οὐκ ἐξέλιπεν
12 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστελω̃ αὐτω̨̃ κλίνοντας καὶ κλινου̃σιν αὐτὸν καὶ τὰ σκεύη αὐτου̃ λεπτυνου̃σιν καὶ τὰ κέρατα αὐτου̃ συγκόψουσιν
13 καὶ καταισχυνθήσεται Μωαβ ἀπὸ Χαμως ὥσπερ κατη̨σχύνθη οἰ̃κος Ισραηλ ἀπὸ Βαιθηλ ἐλπίδος αὐτω̃ν πεποιθότες ἐπ' αὐτοι̃ς
14 πω̃ς ἐρει̃τε ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά
15 ὤλετο Μωαβ πόλις αὐτου̃ καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτου̃ κατέβησαν εἰς σφαγήν
16 ἐγγὺς ἡμέρα Μωαβ ἐλθει̃ν καὶ πονηρία αὐτου̃ ταχει̃α σφόδρα
17 κινήσατε αὐτω̨̃ πάντες κυκλόθεν αὐτου̃ πάντες εἰδότες ὄνομα αὐτου̃ εἴπατε πω̃ς συνετρίβη βακτηρία εὐκλεής ῥάβδος μεγαλώματος
18 κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασία̨ καθημένη Δαιβων ἐκτρίβητε ὅτι ὤλετο Μωαβ ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου
19 ἐφ' ὁδου̃ στη̃θι καὶ ἔπιδε καθημένη ἐν Αροηρ καὶ ἐρώτησον φεύγοντα καὶ σω̨ζόμενον καὶ εἰπόν τί ἐγένετο
20 κατη̨σχύνθη Μωαβ ὅτι συνετρίβη ὀλόλυξον καὶ κέκραξον ἀνάγγειλον ἐν Αρνων ὅτι ὤλετο Μωαβ
21 καὶ κρίσις ἔρχεται εἰς γη̃ν του̃ Μισωρ ἐπὶ Χαιλων καὶ ἐπὶ Ιασσα καὶ ἐπὶ Μωφαθ
22 καὶ ἐπὶ Δαιβων καὶ ἐπὶ Ναβαυ καὶ ἐπ' οἰ̃κον Δεβλαθαιμ
23 καὶ ἐπὶ Καριαθαιμ καὶ ἐπ' οἰ̃κον Γαμωλ καὶ ἐπ' οἰ̃κον Μαων
24 καὶ ἐπὶ Καριωθ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς
25 κατεάχθη κέρας Μωαβ καὶ τὸ ἐπίχειρον αὐτου̃ συνετρίβη
26 μεθύσατε αὐτόν ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη καὶ ἐπικρούσει Μωαβ ἐν χειρὶ αὐτου̃ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός
27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἠ̃ν σοι Ισραηλ εἰ ἐν κλοπαι̃ς σου εὑρέθη ὅτι ἐπολέμεις αὐτόν
28 κατέλιπον τὰς πόλεις καὶ ὤ̨κησαν ἐν πέτραις οἱ κατοικου̃ντες Μωαβ ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου
29 ἤκουσα ὕβριν Μωαβ ὕβρισεν λίαν ὕβριν αὐτου̃ καὶ ὑπερηφανίαν αὐτου̃ καὶ ὑψώθη ἡ καρδία αὐτου̃
30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτου̃ οὐχὶ τὸ ἱκανὸν αὐτου̃ οὐχ οὕτως ἐποίησεν
31 διὰ του̃το ἐπὶ Μωαβ ὀλολύζετε πάντοθεν βοήσατε ἐπ' ἄνδρας Κιραδας αὐχμου̃
32 ὡς κλαυθμὸν Ιαζηρ ἀποκλαύσομαί σοι ἄμπελος Σεβημα κλήματά σου διη̃λθεν θάλασσαν Ιαζηρ ἥψαντο ἐπὶ ὀπώραν σου ἐπὶ τρυγηται̃ς σου ὄλεθρος ἐπέπεσεν
33 συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τη̃ς Μωαβίτιδος καὶ οἰ̃νος ἠ̃ν ἐπὶ ληνοι̃ς σου πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης οὐκ ἐποίησαν αιδαδ
34 ἀπὸ κραυγη̃ς Εσεβων ἕως Ελεαλη αἱ πόλεις αὐτω̃ν ἔδωκαν φωνὴν αὐτω̃ν ἀπὸ Ζογορ ἕως Ωρωναιμ καὶ Αγλαθ-σαλισια ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται
35 καὶ ἀπολω̃ τὸν Μωαβ φησὶν κύριος ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιω̃ντα θεοι̃ς αὐτου̃
36 διὰ του̃το καρδία μου Μωαβ ὥσπερ αὐλοὶ βομβήσουσιν καρδία μου ἐπ' ἀνθρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει διὰ του̃το ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου
37 πα̃σαν κεφαλὴν ἐν παντὶ τόπω̨ ξυρήσονται καὶ πα̃ς πώγων ξυρηθήσεται καὶ πα̃σαι χει̃ρες κόψονται καὶ ἐπὶ πάσης ὀσφύος σάκκος
38 καὶ ἐπὶ πάντων τω̃ν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτη̃ς ὅτι συνέτριψα τὸν Μωαβ φησὶν κύριος ὡς ἀγγει̃ον οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃
39 πω̃ς κατήλλαξεν πω̃ς ἔστρεψεν νω̃τον Μωαβ ἠ̨σχύνθη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πα̃σιν τοι̃ς κύκλω̨ αὐτη̃ς
40 ὅτι οὕτως εἰ̃πεν κύριος
41 ἐλήμφθη Ακκαριωθ καὶ τὰ ὀχυρώματα συνελήμφθη
42 καὶ ἀπολει̃ται Μωαβ ἀπὸ ὄχλου ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη
43 παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί καθήμενος Μωαβ
44 ὁ φεύγων ἀπὸ προσώπου του̃ φόβου ἐμπεσει̃ται εἰς τὸν βόθυνον καὶ ὁ ἀναβαίνων ἐκ του̃ βοθύνου συλλημφθήσεται ἐν τη̨̃ παγίδι ὅτι ἐπάξω ταυ̃τα ἐπὶ Μωαβ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.