Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 36

καὶ οὑ̃τοι οἱ λόγοι τη̃ς βίβλου οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τη̃ς ἀποικίας καὶ πρὸς τοὺς ἱερει̃ς καὶ πρὸς τοὺς ψευδοπροφήτας ἐπιστολὴν εἰς Βαβυλω̃να τη̨̃ ἀποικία̨ καὶ πρὸς ἅπαντα τὸν λαὸν
ὕστερον ἐξελθόντος Ιεχονιου του̃ βασιλέως καὶ τη̃ς βασιλίσσης καὶ τω̃ν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ιερουσαλημ
ἐν χειρὶ Ελεασα υἱου̃ Σαφαν καὶ Γαμαριου υἱου̃ Χελκιου ὃν ἀπέστειλεν Σεδεκιας βασιλεὺς Ιουδα πρὸς βασιλέα Βαβυλω̃νος εἰς Βαβυλω̃να λέγων
οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπώ̨κισα ἀπὸ Ιερουσαλημ
οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτω̃ν
καὶ λάβετε γυναι̃κας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοι̃ς υἱοι̃ς ὑμω̃ν γυναι̃κας καὶ τὰς θυγατέρας ὑμω̃ν ἀνδράσιν δότε καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθη̃τε
καὶ ζητήσατε εἰς εἰρήνην τη̃ς γη̃ς εἰς ἣν ἀπώ̨κισα ὑμα̃ς ἐκει̃ καὶ προσεύξασθε περὶ αὐτω̃ν πρὸς κύριον ὅτι ἐν εἰρήνη̨ αὐτη̃ς ἔσται εἰρήνη ὑμι̃ν
ὅτι οὕτως εἰ̃πεν κύριος μὴ ἀναπειθέτωσαν ὑμα̃ς οἱ ψευδοπροφη̃ται οἱ ἐν ὑμι̃ν καὶ μὴ ἀναπειθέτωσαν ὑμα̃ς οἱ μάντεις ὑμω̃ν καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμω̃ν ἃ ὑμει̃ς ἐνυπνιάζεσθε
ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ οὐκ ἀπέστειλα αὐτούς
10 ὅτι οὕτως εἰ̃πεν κύριος ὅταν μέλλη̨ πληρου̃σθαι Βαβυλω̃νι ἑβδομήκοντα ἔτη ἐπισκέψομαι ὑμα̃ς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφ' ὑμα̃ς του̃ τὸν λαὸν ὑμω̃ν ἀποστρέψαι εἰς τὸν τόπον του̃τον
11 καὶ λογιου̃μαι ἐφ' ὑμα̃ς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ του̃ δου̃ναι ὑμι̃ν ταυ̃τα
12 καὶ προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμω̃ν
13 καὶ ἐκζητήσατέ με καὶ εὑρήσετέ με ὅτι ζητήσετέ με ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν
14 καὶ ἐπιφανου̃μαι ὑμι̃ν
15 ὅτι εἴπατε κατέστησεν ἡμι̃ν κύριος προφήτας ἐν Βαβυλω̃νι
16 ...
17 ...
18 ...
19 ...
20 ...
21 οὕτως εἰ̃πεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ πατάξει αὐτοὺς κατ' ὀφθαλμοὺς ὑμω̃ν
22 καὶ λήμψονται ἀπ' αὐτω̃ν κατάραν ἐν πάση̨ τη̨̃ ἀποικία̨ Ιουδα ἐν Βαβυλω̃νι λέγοντες ποιήσαι σε κύριος ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλω̃νος ἐν πυρὶ
23 δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχω̃ντο τὰς γυναι̃κας τω̃ν πολιτω̃ν αὐτω̃ν καὶ λόγον ἐχρημάτισαν ἐν τω̨̃ ὀνόματί μου ὃν οὐ συνέταξα αὐτοι̃ς καὶ ἐγὼ μάρτυς φησὶν κύριος
24 καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρει̃ς
25 οὐκ ἀπέστειλά σε τω̨̃ ὀνόματί μου καὶ πρὸς Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ
26 κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε του̃ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τω̨̃ οἴκω̨ κυρίου παντὶ ἀνθρώπω̨ προφητεύοντι καὶ παντὶ ἀνθρώπω̨ μαινομένω̨ καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην
27 καὶ νυ̃ν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναθωθ τὸν προφητεύσαντα ὑμι̃ν
28 οὐ διὰ του̃το ἀπέστειλεν πρὸς ὑμα̃ς εἰς Βαβυλω̃να λέγων μακράν ἐστιν οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν
29 καὶ ἀνέγνω Σοφονιας τὸ βιβλίον εἰς τὰ ὠ̃τα Ιερεμιου
30 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
31 ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων οὕτως εἰ̃πεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην ἐπειδὴ ἐπροφήτευσεν ὑμι̃ν Σαμαιας καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν καὶ πεποιθέναι ἐποίησεν ὑμα̃ς ἐπ' ἀδίκοις
32 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτου̃ καὶ οὐκ ἔσται αὐτω̃ν ἄνθρωπος ἐν μέσω̨ ὑμω̃ν του̃ ἰδει̃ν τὰ ἀγαθά ἃ ἐγὼ ποιήσω ὑμι̃ν οὐκ ὄψονται
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.