1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Ιωακιμ βασιλέως Ιουδα λέγων |
2 βάδισον εἰς οἰ̃κον Αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἰ̃κον κυρίου εἰς μίαν τω̃ν αὐλω̃ν καὶ ποτιει̃ς αὐτοὺς οἰ̃νον |
3 καὶ ἐξήγαγον τὸν Ιεζονιαν υἱὸν Ιερεμιν υἱου̃ Χαβασιν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πα̃σαν τὴν οἰκίαν Αρχαβιν |
4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἰ̃κον κυρίου εἰς τὸ παστοφόριον υἱω̃ν Ανανιου υἱου̃ Γοδολιου ἀνθρώπου του̃ θεου̃ ὅ ἐστιν ἐγγὺς του̃ οἴκου τω̃ν ἀρχόντων τω̃ν ἐπάνω του̃ οἴκου Μαασαιου υἱου̃ Σελωμ του̃ φυλάσσοντος τὴν αὐλήν |
5 καὶ ἔδωκα κατὰ πρόσωπον αὐτω̃ν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἰ̃πα πίετε οἰ̃νον |
6 καὶ εἰ̃παν οὐ μὴ πίωμεν οἰ̃νον ὅτι Ιωναδαβ υἱὸς Ρηχαβ ὁ πατὴρ ἡμω̃ν ἐνετείλατο ἡμι̃ν λέγων οὐ μὴ πίητε οἰ̃νον ὑμει̃ς καὶ οἱ υἱοὶ ὑμω̃ν ἕως αἰω̃νος |
7 καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε καὶ ἀμπελὼν οὐκ ἔσται ὑμι̃ν ὅτι ἐν σκηναι̃ς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμω̃ν ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τη̃ς γη̃ς ἐφ' ἡ̃ς διατρίβετε ὑμει̃ς ἐπ' αὐτη̃ς |
8 καὶ ἠκούσαμεν τη̃ς φωνη̃ς Ιωναδαβ του̃ πατρὸς ἡμω̃ν πρὸς τὸ μὴ πιει̃ν οἰ̃νον πάσας τὰς ἡμέρας ἡμω̃ν ἡμει̃ς καὶ αἱ γυναι̃κες ἡμω̃ν καὶ οἱ υἱοὶ ἡμω̃ν καὶ αἱ θυγατέρες ἡμω̃ν |
9 καὶ πρὸς τὸ μὴ οἰκοδομει̃ν οἰκίας του̃ κατοικει̃ν ἐκει̃ καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμι̃ν |
10 καὶ ὠ̨κήσαμεν ἐν σκηναι̃ς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμι̃ν Ιωναδαβ ὁ πατὴρ ἡμω̃ν |
11 καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γη̃ν καὶ εἴπαμεν εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τη̃ς δυνάμεως τω̃ν Χαλδαίων καὶ ἀπὸ προσώπου τη̃ς δυνάμεως τω̃ν 'Ασσυρίων καὶ ὠ̨κου̃μεν ἐκει̃ |
12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
13 οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπω̨ Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ οὐ μὴ λάβητε παιδείαν του̃ ἀκούειν τοὺς λόγους μου |
14 ἔστησαν ῥη̃μα υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ ὃ ἐνετείλατο τοι̃ς τέκνοις αὐτου̃ πρὸς τὸ μὴ πιει̃ν οἰ̃νον καὶ οὐκ ἐπίοσαν καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμα̃ς ὄρθρου καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε |
15 καὶ ἀπέστειλα πρὸς ὑμα̃ς τοὺς παι̃δάς μου τοὺς προφήτας λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ οὐ πορεύσεσθε ὀπίσω θεω̃ν ἑτέρων του̃ δουλεύειν αὐτοι̃ς καὶ οἰκήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν καὶ οὐκ ἐκλίνατε τὰ ὠ̃τα ὑμω̃ν καὶ οὐκ ἠκούσατε |
16 καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ τὴν ἐντολὴν του̃ πατρὸς αὐτω̃ν ὁ δὲ λαὸς οὑ̃τος οὐκ ἤκουσάν μου |
17 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ πάντα τὰ κακά ἃ ἐλάλησα ἐπ' αὐτούς |
18 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ τὴν ἐντολὴν του̃ πατρὸς αὐτω̃ν ποιει̃ν καθότι ἐνετείλατο αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν |
19 οὐ μὴ ἐκλίπη̨ ἀνὴρ τω̃ν υἱω̃ν Ιωναδαβ υἱου̃ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τη̃ς γη̃ς |