Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 1

1 ἄνθρωπός τις ἠ̃ν ἐν χώρα̨ τη̨̃ Αυσίτιδι ὡ̨̃ ὄνομα Ιωβ καὶ ἠ̃ν ὁ ἄνθρωπος ἐκει̃νος ἀληθινός ἄμεμπτος δίκαιος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηρου̃ πράγματος
2 ἐγένοντο δὲ αὐτω̨̃ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρει̃ς
3 καὶ ἠ̃ν τὰ κτήνη αὐτου̃ πρόβατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύγη βοω̃ν πεντακόσια ὄνοι θήλειαι νομάδες πεντακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἠ̃ν αὐτω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ ἠ̃ν ὁ ἄνθρωπος ἐκει̃νος εὐγενὴς τω̃ν ἀφ' ἡλίου ἀνατολω̃ν
4 συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτου̃ πρὸς ἀλλήλους ἐποιου̃σαν πότον καθ' ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρει̃ς ἀδελφὰς αὐτω̃ν ἐσθίειν καὶ πίνειν μετ' αὐτω̃ν
5 καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι του̃ πότου ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωὶ καὶ προσέφερεν περὶ αὐτω̃ν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτω̃ν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τω̃ν ψυχω̃ν αὐτω̃ν ἔλεγεν γὰρ Ιωβ μήποτε οἱ υἱοί μου ἐν τη̨̃ διανοία̨ αὐτω̃ν κακὰ ἐνενόησαν πρὸς θεόν οὕτως οὐ̃ν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας
6 καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη καὶ ἰδοὺ ἠ̃λθον οἱ ἄγγελοι του̃ θεου̃ παραστη̃ναι ἐνώπιον του̃ κυρίου καὶ ὁ διάβολος ἠ̃λθεν μετ' αὐτω̃ν
7 καὶ εἰ̃πεν ὁ κύριος τω̨̃ διαβόλω̨ πόθεν παραγέγονας καὶ ἀποκριθεὶς ὁ διάβολος τω̨̃ κυρίω̨ εἰ̃πεν περιελθὼν τὴν γη̃ν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι
8 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ κύριος προσέσχες τη̨̃ διανοία̨ σου κατὰ του̃ παιδός μου Ιωβ ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τω̃ν ἐπὶ τη̃ς γη̃ς ἄνθρωπος ἄμεμπτος ἀληθινός θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηρου̃ πράγματος
9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἰ̃πεν ἐναντίον του̃ κυρίου μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν
10 οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτου̃ καὶ τὰ ἔσω τη̃ς οἰκίας αὐτου̃ καὶ τὰ ἔξω πάντων τω̃ν ὄντων αὐτω̨̃ κύκλω̨ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ εὐλόγησας καὶ τὰ κτήνη αὐτου̃ πολλὰ ἐποίησας ἐπὶ τη̃ς γη̃ς
11 ἀλλὰ ἀπόστειλον τὴν χει̃ρά σου καὶ ἅψαι πάντων ὡ̃ν ἔχει εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
12 τότε εἰ̃πεν ὁ κύριος τω̨̃ διαβόλω̨ ἰδοὺ πάντα ὅσα ἔστιν αὐτω̨̃ δίδωμι ἐν τη̨̃ χειρί σου ἀλλὰ αὐτου̃ μὴ ἅψη̨ καὶ ἐξη̃λθεν ὁ διάβολος παρὰ του̃ κυρίου
13 καὶ ἠ̃ν ὡς ἡ ἡμέρα αὕτη οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτου̃ ἔπινον οἰ̃νον ἐν τη̨̃ οἰκία̨ του̃ ἀδελφου̃ αὐτω̃ν του̃ πρεσβυτέρου
14 καὶ ἰδοὺ ἄγγελος ἠ̃λθεν πρὸς Ιωβ καὶ εἰ̃πεν αὐτω̨̃ τὰ ζεύγη τω̃ν βοω̃ν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτω̃ν
15 καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ἠ̨χμαλώτευσαν αὐτὰς καὶ τοὺς παι̃δας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι
16 ἔτι τούτου λαλου̃ντος ἠ̃λθεν ἕτερος ἄγγελος καὶ εἰ̃πεν πρὸς Ιωβ πυ̃ρ ἔπεσεν ἐκ του̃ οὐρανου̃ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως καὶ σωθεὶς ἐγὼ μόνος ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι
17 ἔτι τούτου λαλου̃ντος ἠ̃λθεν ἕτερος ἄγγελος καὶ εἰ̃πεν πρὸς Ιωβ οἱ ἱππει̃ς ἐποίησαν ἡμι̃ν κεφαλὰς τρει̃ς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ἠ̨χμαλώτευσαν αὐτὰς καὶ τοὺς παι̃δας ἀπέκτειναν ἐν μαχαίραις ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι
18 ἔτι τούτου λαλου̃ντος ἄλλος ἄγγελος ἔρχεται λέγων τω̨̃ Ιωβ τω̃ν υἱω̃ν σου καὶ τω̃ν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τω̨̃ ἀδελφω̨̃ αὐτω̃ν τω̨̃ πρεσβυτέρω̨
19 ἐξαίφνης πνευ̃μα μέγα ἐπη̃λθεν ἐκ τη̃ς ἐρήμου καὶ ἥψατο τω̃ν τεσσάρων γωνιω̃ν τη̃ς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι
20 οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ ἐκείρατο τὴν κόμην τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἰ̃πεν
21 αὐτὸς γυμνὸς ἐξη̃λθον ἐκ κοιλίας μητρός μου γυμνὸς καὶ ἀπελεύσομαι ἐκει̃ ὁ κύριος ἔδωκεν ὁ κύριος ἀφείλατο ὡς τω̨̃ κυρίω̨ ἔδοξεν οὕτως καὶ ἐγένετο εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
22 ἐν τούτοις πα̃σιν τοι̃ς συμβεβηκόσιν αὐτω̨̃ οὐδὲν ἥμαρτεν Ιωβ ἐναντίον του̃ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τω̨̃ θεω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.