Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 15

1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
2 πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς
3 ἐλέγχων ἐν ῥήμασιν οἱ̃ς οὐ δει̃ ἐν λόγοις οἱ̃ς οὐδὲν ὄφελος
4 οὐ καὶ σὺ ἀπεποιήσω φόβον συνετελέσω δὲ ῥήματα τοιαυ̃τα ἔναντι του̃ κυρίου
5 ἔνοχος εἰ̃ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστω̃ν
6 ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου
7 τί γάρ μὴ πρω̃τος ἀνθρώπων ἐγενήθης ἢ πρὸ θινω̃ν ἐπάγης
8 ἠ̃ σύνταγμα κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία
9 τί γὰρ οἰ̃δας ὃ οὐκ οἴδαμεν ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμει̃ς
10 καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμι̃ν βαρύτερος του̃ πατρός σου ἡμέραις
11 ὀλίγα ὡ̃ν ἡμάρτηκας μεμαστίγωσαι μεγάλως ὑπερβαλλόντως λελάληκας
12 τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου
13 ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαυ̃τα
14 τίς γὰρ ὢν βροτός ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
15 εἰ κατὰ ἁγίων οὐ πιστεύει οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτου̃
16 ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτω̨̃
17 ἀναγγελω̃ δέ σοι ἄκουέ μου ἃ δὴ ἑώρακα ἀναγγελω̃ σοι
18 ἃ σοφοὶ ἐρου̃σιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτω̃ν
19 αὐτοι̃ς μόνοις ἐδόθη ἡ γη̃ καὶ οὐκ ἐπη̃λθεν ἀλλογενὴς ἐπ' αὐτούς
20 πα̃ς ὁ βίος ἀσεβου̃ς ἐν φροντίδι ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστη̨
21 ὁ δὲ φόβος αὐτου̃ ἐν ὠσὶν αὐτου̃ ὅταν δοκη̨̃ ἤδη εἰρηνεύειν ἥξει αὐτου̃ ἡ καταστροφή
22 μὴ πιστευέτω ἀποστραφη̃ναι ἀπὸ σκότους ἐντέταλται γὰρ ἤδη εἰς χει̃ρας σιδήρου
23 κατατέτακται δὲ εἰς σι̃τα γυψίν οἰ̃δεν δὲ ἐν ἑαυτω̨̃ ὅτι μένει εἰς πτω̃μα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει
24 ἀνάγκη δὲ καὶ θλι̃ψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων
25 ὅτι ἠ̃ρκεν χει̃ρας ἐναντίον του̃ κυρίου ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν
26 ἔδραμεν δὲ ἐναντίον αὐτου̃ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτου̃
27 ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτου̃ ἐν στέατι αὐτου̃ καὶ ἐποίησεν περιστόμιον ἐπὶ τω̃ν μηρίων
28 αὐλισθείη δὲ πόλεις ἐρήμους εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους ἃ δὲ ἐκει̃νοι ἡτοίμασαν ἄλλοι ἀποίσονται
29 οὔτε μὴ πλουτισθη̨̃ οὔτε μὴ μείνη̨ αὐτου̃ τὰ ὑπάρχοντα οὐ μὴ βάλη̨ ἐπὶ τὴν γη̃ν σκιὰν
30 οὐδὲ μὴ ἐκφύγη̨ τὸ σκότος τὸν βλαστὸν αὐτου̃ μαράναι ἄνεμος ἐκπέσοι δὲ αὐτου̃ τὸ ἄνθος
31 μὴ πιστευέτω ὅτι ὑπομενει̃ κενὰ γὰρ ἀποβήσεται αὐτω̨̃
32 ἡ τομὴ αὐτου̃ πρὸ ὥρας φθαρήσεται καὶ ὁ ῥάδαμνος αὐτου̃ οὐ μὴ πυκάση̨
33 τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας
34 μαρτύριον γὰρ ἀσεβου̃ς θάνατος πυ̃ρ δὲ καύσει οἴκους δωροδεκτω̃ν
35 ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας ἀποβήσεται δὲ αὐτω̨̃ κενά ἡ δὲ κοιλία αὐτου̃ ὑποίσει δόλον

ΙΩΒ, κεφαλίς 16

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
2 ἀκήκοα τοιαυ̃τα πολλά παρακλήτορες κακω̃ν πάντες
3 τί γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνη̨
4 κἀγὼ καθ' ὑμα̃ς λαλήσω εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμω̃ν ἀντὶ τη̃ς ἐμη̃ς εἰ̃τ' ἐναλου̃μαι ὑμι̃ν ῥήμασιν κινήσω δὲ καθ' ὑμω̃ν κεφαλήν
5 εἴη δὲ ἰσχὺς ἐν τω̨̃ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι
6 ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραυ̃μα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι
7 νυ̃ν δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα
8 καὶ ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψευ̃δός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη
9 ὀργη̨̃ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας βέλη πειρατω̃ν αὐτου̃ ἐπ' ἐμοὶ ἔπεσεν
10 ἀκίσιν ὀφθαλμω̃ν ἐνήλατο ὀξει̃ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμοί
11 παρέδωκεν γάρ με ὁ κύριος εἰς χει̃ρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
12 εἰρηνεύοντα διεσκέδασέν με λαβών με τη̃ς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν
13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γη̃ν τὴν χολήν μου
14 κατέβαλόν με πτω̃μα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι
15 σάκκον ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γη̨̃ ἐσβέσθη
16 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμου̃ ἐπὶ δὲ βλεφάροις μου σκιά
17 ἄδικον δὲ οὐδὲν ἠ̃ν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά
18 γη̃ μὴ ἐπικαλύψη̨ς ἐφ' αἵματι τη̃ς σαρκός μου μηδὲ εἴη τόπος τη̨̃ κραυγη̨̃ μου
19 καὶ νυ̃ν ἰδοὺ ἐν οὐρανοι̃ς ὁ μάρτυς μου ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις
20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον ἔναντι δὲ αὐτου̃ στάζοι μου ὁ ὀφθαλμός
21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τω̨̃ πλησίον αὐτου̃
22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν ὁδω̨̃ δέ ἡ̨̃ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι

ΙΩΒ, κεφαλίς 17

1 ὀλέκομαι πνεύματι φερόμενος δέομαι δὲ ταφη̃ς καὶ οὐ τυγχάνω
2 λίσσομαι κάμνων καὶ τί ποιήσας
3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι τίς ἐστιν οὑ̃τος τη̨̃ χειρί μου συνδεθήτω
4 ὅτι καρδίαν αὐτω̃ν ἔκρυψας ἀπὸ φρονήσεως διὰ του̃το οὐ μὴ ὑψώση̨ς αὐτούς
5 τη̨̃ μερίδι ἀναγγελει̃ κακίας ὀφθαλμοὶ δέ μου ἐφ' υἱοι̃ς ἐτάκησαν
6 ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν γέλως δὲ αὐτοι̃ς ἀπέβην
7 πεπώρωνται γὰρ ἀπὸ ὀργη̃ς οἱ ὀφθαλμοί μου πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων
8 θαυ̃μα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτω̨ δίκαιος δὲ ἐπὶ παρανόμω̨ ἐπανασταίη
9 σχοίη δὲ πιστὸς τὴν ἑαυτου̃ ὁδόν καθαρὸς δὲ χει̃ρας ἀναλάβοι θάρσος
10 οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δευ̃τε δή οὐ γὰρ εὑρίσκω ἐν ὑμι̃ν ἀληθές
11 αἱ ἡμέραι μου παρη̃λθον ἐν βρόμω̨ ἐρράγη δὲ τὰ ἄρθρα τη̃ς καρδίας μου
12 νύκτα εἰς ἡμέραν ἔθηκαν φω̃ς ἐγγὺς ἀπὸ προσώπου σκότους
13 ἐὰν γὰρ ὑπομείνω ἅ̨δης μου ὁ οἰ̃κος ἐν δὲ γνόφω̨ ἔστρωταί μου ἡ στρωμνή
14 θάνατον ἐπεκαλεσάμην πατέρα μου εἰ̃ναι μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν
15 που̃ οὐ̃ν μου ἔτι ἐστὶν ἡ ἐλπίς ἠ̃ τὰ ἀγαθά μου ὄψομαι
16 ἠ̃ μετ' ἐμου̃ εἰς ἅ̨δην καταβήσονται ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα

ΙΩΒ, κεφαλίς 18

1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 μέχρι τίνος οὐ παύση̨ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν
3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου
4 κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνη̨ς ἀοίκητος ἡ ὑπ' οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
5 καὶ φω̃ς ἀσεβω̃ν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτω̃ν ἡ φλόξ
6 τὸ φω̃ς αὐτου̃ σκότος ἐν διαίτη̨ ὁ δὲ λύχνος ἐπ' αὐτω̨̃ σβεσθήσεται
7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτου̃ σφάλαι δὲ αὐτου̃ ἡ βουλή
8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτου̃ ἐν παγίδι ἐν δικτύω̨ ἑλιχθείη
9 ἔλθοισαν δὲ ἐπ' αὐτὸν παγίδες κατισχύσει ἐπ' αὐτὸν διψω̃ντας
10 κέκρυπται ἐν τη̨̃ γη̨̃ σχοινίον αὐτου̃ καὶ ἡ σύλλημψις αὐτου̃ ἐπὶ τρίβων
11 κύκλω̨ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτου̃ ἔλθοισαν ἐν λιμω̨̃ στενω̨̃
12 πτω̃μα δὲ αὐτω̨̃ ἡτοίμασται ἐξαίσιον
13 βρωθείησαν αὐτου̃ κλω̃νες ποδω̃ν κατέδεται δὲ τὰ ὡραι̃α αὐτου̃ θάνατος
14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτου̃ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτία̨ βασιλικη̨̃
15 κατασκηνώσει ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ ἐν νυκτὶ αὐτου̃ κατασπαρήσονται τὰ εὐπρεπη̃ αὐτου̃ θείω̨
16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτου̃ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσει̃ται θερισμὸς αὐτου̃
17 τὸ μνημόσυνον αὐτου̃ ἀπόλοιτο ἐκ γη̃ς καὶ ὑπάρχει ὄνομα αὐτω̨̃ ἐπὶ πρόσωπον ἐξωτέρω
18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος
19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαω̨̃ αὐτου̃ οὐδὲ σεσω̨σμένος ἐν τη̨̃ ὑπ' οὐρανὸν ὁ οἰ̃κος αὐτου̃ ἀλλ' ἐν τοι̃ς αὐτου̃ ζήσονται ἕτεροι
20 ἐπ' αὐτω̨̃ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαυ̃μα
21 οὑ̃τοί εἰσιν οἰ̃κοι ἀδίκων οὑ̃τος δὲ ὁ τόπος τω̃ν μὴ εἰδότων τὸν κύριον

ΙΩΒ, κεφαλίς 19

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
2 ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρει̃τε με λόγοις
3 γνω̃τε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως καταλαλει̃τέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι
4 ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος
5 ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει
6 γνω̃τε οὐ̃ν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας ὀχύρωμα δὲ αὐτου̃ ἐπ' ἐμὲ ὕψωσεν
7 ἰδοὺ γελω̃ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμου̃ κρίμα
8 κύκλω̨ περιω̨κοδόμημαι καὶ οὐ μὴ διαβω̃ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο
9 τὴν δὲ δόξαν ἀπ' ἐμου̃ ἐξέδυσεν ἀφει̃λεν δὲ στέφανον ἀπὸ κεφαλη̃ς μου
10 διέσπασέν με κύκλω̨ καὶ ὠ̨χόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου
11 δεινω̃ς δέ μοι ὀργη̨̃ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν
12 ὁμοθυμαδὸν δὲ ἠ̃λθον τὰ πειρατήρια αὐτου̃ ἐπ' ἐμοὶ ται̃ς ὁδοι̃ς μου ἐκύκλωσάν με ἐγκάθετοι
13 ἀπ' ἐμου̃ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν
14 οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου
15 γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτω̃ν
16 θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο
17 καὶ ἱκέτευον τὴν γυναι̃κά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου
18 οἱ δὲ εἰς τὸν αἰω̃νά με ἀπεποιήσαντο ὅταν ἀναστω̃ κατ' ἐμου̃ λαλου̃σιν
19 ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι
20 ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστα̃ μου ἐν ὀδου̃σιν ἔχεται
21 ἐλεήσατέ με ἐλεήσατέ με ὠ̃ φίλοι χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν
22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκω̃ν μου οὐκ ἐμπίπλασθε
23 τίς γὰρ ἂν δώ̨η γραφη̃ναι τὰ ῥήματά μου τεθη̃ναι δὲ αὐτὰ ἐν βιβλίω̨ εἰς τὸν αἰω̃να
24 ἐν γραφείω̨ σιδηρω̨̃ καὶ μολίβω̨ ἢ ἐν πέτραις ἐγγλυφη̃ναι
25 οἰ̃δα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γη̃ς
26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλω̃ν ταυ̃τα παρὰ γὰρ κυρίου ταυ̃τά μοι συνετελέσθη
27 ἃ ἐγὼ ἐμαυτω̨̃ συνεπίσταμαι ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπω̨
28 εἰ δὲ καὶ ἐρει̃τε τί ἐρου̃μεν ἔναντι αὐτου̃ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτω̨̃
29 εὐλαβήθητε δὴ καὶ ὑμει̃ς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται που̃ ἐστιν αὐτω̃ν ἡ ὕλη

ΙΩΒ, κεφαλίς 20

1 ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναι̃ος λέγει
2 οὐχ οὕτως ὑπελάμβανον ἀντερει̃ν σε ταυ̃τα καὶ οὐχὶ συνίετε μα̃λλον ἢ καὶ ἐγώ
3 παιδείαν ἐντροπη̃ς μου ἀκούσομαι καὶ πνευ̃μα ἐκ τη̃ς συνέσεως ἀποκρίνεταί μοι
4 μὴ ταυ̃τα ἔγνως ἀπὸ του̃ ἔτι ἀφ' οὑ̃ ἐτέθη ἄνθρωπος ἐπὶ τη̃ς γη̃ς
5 εὐφροσύνη γὰρ ἀσεβω̃ν πτω̃μα ἐξαίσιον χαρμονὴ δὲ παρανόμων ἀπώλεια
6 ἐὰν ἀναβη̨̃ εἰς οὐρανὸν αὐτου̃ τὰ δω̃ρα ἡ δὲ θυσία αὐτου̃ νεφω̃ν ἅψηται
7 ὅταν γὰρ δοκη̨̃ ἤδη κατεστηρίχθαι τότε εἰς τέλος ἀπολει̃ται οἱ δὲ ἰδόντες αὐτὸν ἐρου̃σιν που̃ ἐστιν
8 ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθη̨̃ ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν
9 ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτου̃
10 τοὺς υἱοὺς αὐτου̃ ὀλέσαισαν ἥττονες αἱ δὲ χει̃ρες αὐτου̃ πυρσεύσαισαν ὀδύνας
11 ὀστα̃ αὐτου̃ ἐνεπλήσθησαν νεότητος αὐτου̃ καὶ μετ' αὐτου̃ ἐπὶ χώματος κοιμηθήσεται
12 ἐὰν γλυκανθη̨̃ ἐν στόματι αὐτου̃ κακία κρύψει αὐτὴν ὑπὸ τὴν γλω̃σσαν αὐτου̃
13 οὐ φείσεται αὐτη̃ς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνέξει αὐτὴν ἐν μέσω̨ του̃ λάρυγγος αὐτου̃
14 καὶ οὐ μὴ δυνηθη̨̃ βοηθη̃σαι ἑαυτω̨̃ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτου̃
15 πλου̃τος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται ἐξ οἰκίας αὐτου̃ ἐξελκύσει αὐτὸν ἄγγελος
16 θυμὸν δὲ δρακόντων θηλάσειεν ἀνέλοι δὲ αὐτὸν γλω̃σσα ὄφεως
17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου
18 εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλου̃τον ἐξ οὑ̃ οὐ γεύσεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος
19 πολλω̃ν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν
20 οὐκ ἔστιν αὐτου̃ σωτηρία τοι̃ς ὑπάρχουσιν ἐν ἐπιθυμία̨ αὐτου̃ οὐ σωθήσεται
21 οὐκ ἔστιν ὑπόλειμμα τοι̃ς βρώμασιν αὐτου̃ διὰ του̃το οὐκ ἀνθήσει αὐτου̃ τὰ ἀγαθά
22 ὅταν δὲ δοκη̨̃ ἤδη πεπληρω̃σθαι θλιβήσεται πα̃σα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται
23 εἴ πως πληρώσαι γαστέρα αὐτου̃ ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργη̃ς νίψαι ἐπ' αὐτὸν ὀδύνας
24 καὶ οὐ μὴ σωθη̨̃ ἐκ χειρὸς σιδήρου τρώσαι αὐτὸν τόξον χάλκειον
25 διεξέλθοι δὲ διὰ σώματος αὐτου̃ βέλος ἀστραπαὶ δὲ ἐν διαίταις αὐτου̃ περιπατήσαισαν ἐπ' αὐτω̨̃ φόβοι
26 πα̃ν δὲ σκότος αὐτω̨̃ ὑπομείναι κατέδεται αὐτὸν πυ̃ρ ἄκαυστον κακώσαι δὲ αὐτου̃ ἐπήλυτος τὸν οἰ̃κον
27 ἀνακαλύψαι δὲ αὐτου̃ ὁ οὐρανὸς τὰς ἀνομίας γη̃ δὲ ἐπανασταίη αὐτω̨̃
28 ἑλκύσαι τὸν οἰ̃κον αὐτου̃ ἀπώλεια εἰς τέλος ἡμέρα ὀργη̃ς ἐπέλθοι αὐτω̨̃
29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβου̃ς παρὰ κυρίου καὶ κτη̃μα ὑπαρχόντων αὐτω̨̃ παρὰ του̃ ἐπισκόπου

ΙΩΒ, κεφαλίς 21

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
2 ἀκούσατε ἀκούσατέ μου τω̃ν λόγων ἵνα μὴ ἠ̨̃ μοι παρ' ὑμω̃ν αὕτη ἡ παράκλησις
3 ἄρατέ με ἐγὼ δὲ λαλήσω εἰ̃τ' οὐ καταγελάσετέ μου
4 τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις ἢ διὰ τί οὐ θυμωθήσομαι
5 εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χει̃ρα θέντες ἐπὶ σιαγόνι
6 ἐάν τε γὰρ μνησθω̃ ἐσπούδακα ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι
7 διὰ τί ἀσεβει̃ς ζω̃σιν πεπαλαίωνται δὲ καὶ ἐν πλούτω̨
8 ὁ σπόρος αὐτω̃ν κατὰ ψυχήν τὰ δὲ τέκνα αὐτω̃ν ἐν ὀφθαλμοι̃ς
9 οἱ οἰ̃κοι αὐτω̃ν εὐθηνου̃σιν φόβος δὲ οὐδαμου̃ μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοι̃ς
10 ἡ βου̃ς αὐτω̃ν οὐκ ὠμοτόκησεν διεσώθη δὲ αὐτω̃ν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν
11 μένουσιν δὲ ὡς πρόβατα αἰώνια τὰ δὲ παιδία αὐτω̃ν προσπαίζουσιν
12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνη̨̃ ψαλμου̃
13 συνετέλεσαν δὲ ἐν ἀγαθοι̃ς τὸν βίον αὐτω̃ν ἐν δὲ ἀναπαύσει ἅ̨δου ἐκοιμήθησαν
14 λέγει δὲ κυρίω̨ ἀπόστα ἀπ' ἐμου̃ ὁδούς σου εἰδέναι οὐ βούλομαι
15 τί ἱκανός ὅτι δουλεύσομεν αὐτω̨̃ καὶ τίς ὠφέλεια ὅτι ἀπαντήσομεν αὐτω̨̃
16 ἐν χερσὶν γὰρ ἠ̃ν αὐτω̃ν τὰ ἀγαθά ἔργα δὲ ἀσεβω̃ν οὐκ ἐφορα̨̃
17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβω̃ν λύχνος σβεσθήσεται ἐπελεύσεται δὲ αὐτοι̃ς ἡ καταστροφή ὠδι̃νες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργη̃ς
18 ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός ὃν ὑφείλατο λαι̃λαψ
19 ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτου̃ ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται
20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτου̃ τὴν ἑαυτου̃ σφαγήν ἀπὸ δὲ κυρίου μὴ διασωθείη
21 ὅτι τί θέλημα αὐτου̃ ἐν οἴκω̨ αὐτου̃ μετ' αὐτόν καὶ ἀριθμοὶ μηνω̃ν αὐτου̃ διη̨ρέθησαν
22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην αὐτὸς δὲ φόνους διακρινει̃
23 οὑ̃τος ἀποθανει̃ται ἐν κράτει ἁπλοσύνης αὐτου̃ ὅλος δὲ εὐπαθω̃ν καὶ εὐθηνω̃ν
24 τὰ δὲ ἔγκατα αὐτου̃ πλήρη στέατος μυελὸς δὲ αὐτου̃ διαχει̃ται
25 ὁ δὲ τελευτα̨̃ ὑπὸ πικρίας ψυχη̃ς οὐ φαγὼν οὐδὲν ἀγαθόν
26 ὁμοθυμαδὸν δὲ ἐπὶ γη̃ς κοιμω̃νται σαπρία δὲ αὐτοὺς ἐκάλυψεν
27 ὥστε οἰ̃δα ὑμα̃ς ὅτι τόλμη̨ ἐπίκεισθέ μοι
28 ὅτι ἐρει̃τε που̃ ἐστιν οἰ̃κος ἄρχοντος καὶ που̃ ἐστιν ἡ σκέπη τω̃ν σκηνωμάτων τω̃ν ἀσεβω̃ν
29 ἐρωτήσατε παραπορευομένους ὁδόν καὶ τὰ σημει̃α αὐτω̃ν οὐκ ἀπαλλοτριώσετε
30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός εἰς ἡμέραν ὀργη̃ς αὐτου̃ ἀπαχθήσονται
31 τίς ἀπαγγελει̃ ἐπὶ προσώπου αὐτου̃ τὴν ὁδὸν αὐτου̃ καὶ αὐτὸς ἐποίησεν τίς ἀνταποδώσει αὐτω̨̃
32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορω̨̃ ἠγρύπνησεν
33 ἐγλυκάνθησαν αὐτω̨̃ χάλικες χειμάρρου καὶ ὀπίσω αὐτου̃ πα̃ς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτου̃ ἀναρίθμητοι
34 πω̃ς δὲ παρακαλει̃τέ με κενά τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ' ὑμω̃ν οὐδέν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.