Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 22

ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην
τί γὰρ μέλει τω̨̃ κυρίω̨ ἐὰν σὺ ἠ̃σθα τοι̃ς ἔργοις ἄμεμπτος ἢ ὠφέλεια ὅτι ἁπλώση̨ς τὴν ὁδόν σου
ἠ̃ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν
πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι
ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενη̃ς ἀμφίασιν δὲ γυμνω̃ν ἀφείλου
οὐδὲ ὕδωρ διψω̃ντας ἐπότισας ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν
ἐθαύμασας δέ τινων πρόσωπον ὤ̨κισας δὲ τοὺς ἐπὶ τη̃ς γη̃ς
χήρας δὲ ἐξαπέστειλας κενάς ὀρφανοὺς δὲ ἐκάκωσας
10 τοιγαρου̃ν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος
11 τὸ φω̃ς σοι σκότος ἀπέβη κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν
12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορα̨̃ τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν
13 καὶ εἰ̃πας τί ἔγνω ὁ ἰσχυρός ἠ̃ κατὰ του̃ γνόφου κρινει̃
14 νέφη ἀποκρυφὴ αὐτου̃ καὶ οὐχ ὁραθήσεται καὶ γυ̃ρον οὐρανου̃ διαπορεύσεται
15 μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες ἄδικοι
16 οἳ συνελήμφθησαν ἄωροι ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτω̃ν
17 οἱ λέγοντες κύριος τί ποιήσει ἡμι̃ν ἢ τί ἐπάξεται ἡμι̃ν ὁ παντοκράτωρ
18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτω̃ν ἀγαθω̃ν βουλὴ δὲ ἀσεβω̃ν πόρρω ἀπ' αὐτου̃
19 ἰδόντες δίκαιοι ἐγέλασαν ἄμεμπτος δὲ ἐμυκτήρισεν
20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτω̃ν καὶ τὸ κατάλειμμα αὐτω̃ν καταφάγεται πυ̃ρ
21 γενου̃ δὴ σκληρός ἐὰν ὑπομείνη̨ς εἰ̃τ' ὁ καρπός σου ἔσται ἐν ἀγαθοι̃ς
22 ἔκλαβε δὲ ἐκ στόματος αὐτου̃ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτου̃ ἐν καρδία̨ σου
23 ἐὰν δὲ ἐπιστραφη̨̃ς καὶ ταπεινώση̨ς σεαυτὸν ἔναντι κυρίου πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον
24 θήση̨ ἐπὶ χώματι ἐν πέτρα̨ καὶ ὡς πέτρα̨ χειμάρρους Ωφιρ
25 ἔσται οὐ̃ν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρω̃ν καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον
26 εἰ̃τα παρρησιασθήση̨ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρω̃ς
27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου δώσει δέ σοι ἀποδου̃ναι τὰς εὐχάς
28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης ἐπὶ δὲ ὁδοι̃ς σου ἔσται φέγγος
29 ὅτι ἐταπείνωσεν αὐτόν καὶ ἐρει̃ς ὑπερηφανεύσατο καὶ κύφοντα ὀφθαλμοι̃ς σώσει
30 ῥύσεται ἀθω̨̃ον καὶ διασώθητι ἐν καθαραι̃ς χερσίν σου

ΙΩΒ, κεφαλίς 23

ὑπολαβὼν δὲ Ιωβ λέγει
καὶ δὴ οἰ̃δα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν καὶ ἡ χεὶρ αὐτου̃ βαρει̃α γέγονεν ἐπ' ἐμω̨̃ στεναγμω̨̃
τίς δ' ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος
εἴποιμι δὲ ἐμαυτου̃ κρίμα τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων
γνώ̨ην δὲ ῥήματα ἅ μοι ἐρει̃ αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελει̃
καὶ εἰ ἐν πολλη̨̃ ἰσχύι ἐπελεύσεταί μοι εἰ̃τα ἐν ἀπειλη̨̃ μοι οὐ χρήσεται
ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτου̃ ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου
εἰς γὰρ πρω̃τα πορεύσομαι καὶ οὐκέτι εἰμί τὰ δὲ ἐπ' ἐσχάτοις τί οἰ̃δα
ἀριστερὰ ποιήσαντος αὐτου̃ καὶ οὐ κατέσχον περιβαλει̃ δεξιά καὶ οὐκ ὄψομαι
10 οἰ̃δεν γὰρ ἤδη ὁδόν μου διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον
11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτου̃ ὁδοὺς γὰρ αὐτου̃ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω
12 ἀπὸ ἐνταλμάτων αὐτου̃ καὶ οὐ μὴ παρέλθω ἐν δὲ κόλπω̨ μου ἔκρυψα ῥήματα αὐτου̃
13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως τίς ἐστιν ὁ ἀντειπὼν αὐτω̨̃ ὃ γὰρ αὐτὸς ἠθέλησεν καὶ ἐποίησεν
14 διὰ του̃το ἐπ' αὐτω̨̃ ἐσπούδακα νουθετούμενος δὲ ἐφρόντισα αὐτου̃
15 ἐπὶ τούτω̨ ἀπὸ προσώπου αὐτου̃ κατασπουδασθω̃ κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτου̃
16 κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με
17 οὐ γὰρ ἤ̨δειν ὅτι ἐπελεύσεταί μοι σκότος πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος

ΙΩΒ, κεφαλίς 24

διὰ τί δὲ κύριον ἔλαθον ὡ̃ραι
ἀσεβει̃ς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες
ὑποζύγιον ὀρφανω̃ν ἀπήγαγον καὶ βου̃ν χήρας ἠνεχύρασαν
ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδου̃ δικαίας ὁμοθυμαδὸν ἐκρύβησαν πραει̃ς γη̃ς
ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρω̨̃ ὑπὲρ ἐμου̃ ἐξελθόντες τὴν ἑαυτω̃ν πρα̃ξιν ἡδύνθη αὐτω̨̃ ἄρτος εἰς νεωτέρους
ἀγρὸν πρὸ ὥρας οὐκ αὐτω̃ν ὄντα ἐθέρισαν ἀδύνατοι δὲ ἀμπελω̃νας ἀσεβω̃ν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο
γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων ἀμφίασιν δὲ ψυχη̃ς αὐτω̃ν ἀφείλαντο
ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο
ἥρπασαν ὀρφανὸν ἀπὸ μαστου̃ ἐκπεπτωκότα δὲ ἐταπείνωσαν
10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο
11 ἐν στενοι̃ς ἀδίκως ἐνήδρευσαν ὁδὸν δὲ δικαίαν οὐκ ἤ̨δεισαν
12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται
13 ἐπὶ γη̃ς ὄντων αὐτω̃ν καὶ οὐκ ἐπέγνωσαν ὁδὸν δὲ δικαιοσύνης οὐκ ἤ̨δεισαν οὐδὲ ἀτραποὺς αὐτη̃ς ἐπορεύθησαν
14 γνοὺς δὲ αὐτω̃ν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος καὶ νυκτὸς ἔσται ὡς κλέπτης
15 καὶ ὀφθαλμὸς μοιχου̃ ἐφύλαξεν σκότος λέγων οὐ προσνοήσει με ὀφθαλμός καὶ ἀποκρυβὴν προσώπου ἔθετο
16 διώρυξεν ἐν σκότει οἰκίας ἡμέρας ἐσφράγισαν ἑαυτούς οὐκ ἐπέγνωσαν φω̃ς
17 ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοι̃ς σκιὰ θανάτου ὅτι ἐπιγνώσεται ταραχὰς σκια̃ς θανάτου
18 ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος καταραθείη ἡ μερὶς αὐτω̃ν ἐπὶ γη̃ς
19 ἀναφανείη δὲ τὰ φυτὰ αὐτω̃ν ἐπὶ γη̃ς ξηρά ἀγκαλίδα γὰρ ὀρφανω̃ν ἥρπασαν
20 εἰ̃τ' ἀνεμνήσθη αὐτου̃ ἡ ἁμαρτία ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο ἀποδοθείη δὲ αὐτω̨̃ ἃ ἔπραξεν συντριβείη δὲ πα̃ς ἄδικος ἴσα ξύλω̨ ἀνιάτω̨
21 στει̃ραν γὰρ οὐκ εὐ̃ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν
22 θυμω̨̃ δὲ κατέστρεψεν ἀδυνάτους ἀναστὰς τοιγαρου̃ν οὐ μὴ πιστεύση̨ κατὰ τη̃ς ἑαυτου̃ ζωη̃ς
23 μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθη̃ναι ἀλλὰ πεσει̃ται νόσω̨
24 πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτου̃ ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών
25 εἰ δὲ μή τίς ἐστιν ὁ φάμενος ψευδη̃ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου

ΙΩΒ, κεφαλίς 25

ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτου̃ ὁ ποιω̃ν τὴν σύμπασαν ἐν ὑψίστω̨
μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραται̃ς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτου̃
πω̃ς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός
εἰ σελήνη̨ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτου̃
ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ

ΙΩΒ, κεφαλίς 26

ὑπολαβὼν δὲ Ιωβ λέγει
τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθει̃ν πότερον οὐχ ὡ̨̃ πολλὴ ἰσχὺς καὶ ὡ̨̃ βραχίων κραταιός ἐστιν
τίνι συμβεβούλευσαι οὐχ ὡ̨̃ πα̃σα σοφία ἢ τίνι ἐπακολουθήσεις οὐχ ὡ̨̃ μεγίστη δύναμις
τίνι ἀνήγγειλας ῥήματα πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθου̃σα ἐκ σου̃
μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τω̃ν γειτόνων αὐτου̃
γυμνὸς ὁ ἅ̨δης ἐπώπιον αὐτου̃ καὶ οὐκ ἔστιν περιβόλαιον τη̨̃ ἀπωλεία̨
ἐκτείνων βορέαν ἐπ' οὐδέν κρεμάζων γη̃ν ἐπὶ οὐδενός
δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτου̃ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτου̃
ὁ κρατω̃ν πρόσωπον θρόνου ἐκπετάζων ἐπ' αὐτὸν νέφος αὐτου̃
10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους
11 στυ̃λοι οὐρανου̃ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τη̃ς ἐπιτιμήσεως αὐτου̃
12 ἰσχύι κατέπαυσεν τὴν θάλασσαν ἐπιστήμη̨ δὲ ἔτρωσε τὸ κη̃τος
13 κλει̃θρα δὲ οὐρανου̃ δεδοίκασιν αὐτόν προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην
14 ἰδοὺ ταυ̃τα μέρη ὁδου̃ αὐτου̃ καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτω̨̃ σθένος δὲ βροντη̃ς αὐτου̃ τίς οἰ̃δεν ὁπότε ποιήσει
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.