1 διὰ τί δὲ κύριον ἔλαθον ὡ̃ραι |
2 ἀσεβει̃ς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες |
3 ὑποζύγιον ὀρφανω̃ν ἀπήγαγον καὶ βου̃ν χήρας ἠνεχύρασαν |
4 ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδου̃ δικαίας ὁμοθυμαδὸν ἐκρύβησαν πραει̃ς γη̃ς |
5 ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρω̨̃ ὑπὲρ ἐμου̃ ἐξελθόντες τὴν ἑαυτω̃ν πρα̃ξιν ἡδύνθη αὐτω̨̃ ἄρτος εἰς νεωτέρους |
6 ἀγρὸν πρὸ ὥρας οὐκ αὐτω̃ν ὄντα ἐθέρισαν ἀδύνατοι δὲ ἀμπελω̃νας ἀσεβω̃ν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο |
7 γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων ἀμφίασιν δὲ ψυχη̃ς αὐτω̃ν ἀφείλαντο |
8 ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο |
9 ἥρπασαν ὀρφανὸν ἀπὸ μαστου̃ ἐκπεπτωκότα δὲ ἐταπείνωσαν |
10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο |
11 ἐν στενοι̃ς ἀδίκως ἐνήδρευσαν ὁδὸν δὲ δικαίαν οὐκ ἤ̨δεισαν |
12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται |
13 ἐπὶ γη̃ς ὄντων αὐτω̃ν καὶ οὐκ ἐπέγνωσαν ὁδὸν δὲ δικαιοσύνης οὐκ ἤ̨δεισαν οὐδὲ ἀτραποὺς αὐτη̃ς ἐπορεύθησαν |
14 γνοὺς δὲ αὐτω̃ν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος καὶ νυκτὸς ἔσται ὡς κλέπτης |
15 καὶ ὀφθαλμὸς μοιχου̃ ἐφύλαξεν σκότος λέγων οὐ προσνοήσει με ὀφθαλμός καὶ ἀποκρυβὴν προσώπου ἔθετο |
16 διώρυξεν ἐν σκότει οἰκίας ἡμέρας ἐσφράγισαν ἑαυτούς οὐκ ἐπέγνωσαν φω̃ς |
17 ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοι̃ς σκιὰ θανάτου ὅτι ἐπιγνώσεται ταραχὰς σκια̃ς θανάτου |
18 ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος καταραθείη ἡ μερὶς αὐτω̃ν ἐπὶ γη̃ς |
19 ἀναφανείη δὲ τὰ φυτὰ αὐτω̃ν ἐπὶ γη̃ς ξηρά ἀγκαλίδα γὰρ ὀρφανω̃ν ἥρπασαν |
20 εἰ̃τ' ἀνεμνήσθη αὐτου̃ ἡ ἁμαρτία ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο ἀποδοθείη δὲ αὐτω̨̃ ἃ ἔπραξεν συντριβείη δὲ πα̃ς ἄδικος ἴσα ξύλω̨ ἀνιάτω̨ |
21 στει̃ραν γὰρ οὐκ εὐ̃ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν |
22 θυμω̨̃ δὲ κατέστρεψεν ἀδυνάτους ἀναστὰς τοιγαρου̃ν οὐ μὴ πιστεύση̨ κατὰ τη̃ς ἑαυτου̃ ζωη̃ς |
23 μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθη̃ναι ἀλλὰ πεσει̃ται νόσω̨ |
24 πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτου̃ ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών |
25 εἰ δὲ μή τίς ἐστιν ὁ φάμενος ψευδη̃ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου |