1 ἔτι δὲ προσθεὶς Ιωβ εἰ̃πεν τω̨̃ προοιμίω̨ |
2 τίς ἄν με θείη κατὰ μη̃να ἔμπροσθεν ἡμερω̃ν ὡ̃ν με ὁ θεὸς ἐφύλαξεν |
3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτου̃ ὑπὲρ κεφαλη̃ς μου ὅτε τω̨̃ φωτὶ αὐτου̃ ἐπορευόμην ἐν σκότει |
4 ὅτε ἤμην ἐπιβρίθων ὁδοι̃ς ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιει̃το του̃ οἴκου μου |
5 ὅτε ἤμην ὑλώδης λίαν κύκλω̨ δέ μου οἱ παι̃δες |
6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρω̨ τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι |
7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος |
8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν πρεσβυ̃ται δὲ πάντες ἔστησαν |
9 ἁδροὶ δὲ ἐπαύσαντο λαλου̃ντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι |
10 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ γλω̃σσα αὐτω̃ν τω̨̃ λάρυγγι αὐτω̃ν ἐκολλήθη |
11 ὅτι οὐ̃ς ἤκουσεν καὶ ἐμακάρισέν με ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν |
12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανω̨̃ ὡ̨̃ οὐκ ἠ̃ν βοηθός ἐβοήθησα |
13 εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι στόμα δὲ χήρας με εὐλόγησεν |
14 δικαιοσύνην δὲ ἐνεδεδύκειν ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι |
15 ὀφθαλμὸς ἤμην τυφλω̃ν ποὺς δὲ χωλω̃ν |
16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων δίκην δέ ἣν οὐκ ἤ̨δειν ἐξιχνίασα |
17 συνέτριψα δὲ μύλας ἀδίκων ἐκ δὲ μέσου τω̃ν ὀδόντων αὐτω̃ν ἅρπαγμα ἐξέσπασα |
18 εἰ̃πα δέ ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω |
19 ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν τω̨̃ θερισμω̨̃ μου |
20 ἡ δόξα μου καινὴ μετ' ἐμου̃ καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτου̃ πορεύσεται |
21 ἐμου̃ ἀκούσαντες προσέσχον ἐσιώπησαν δὲ ἐπὶ τη̨̃ ἐμη̨̃ βουλη̨̃ |
22 ἐπὶ δὲ τω̨̃ ἐμω̨̃ ῥήματι οὐ προσέθεντο περιχαρει̃ς δὲ ἐγίνοντο ὁπόταν αὐτοι̃ς ἐλάλουν |
23 ὥσπερ γη̃ διψω̃σα προσδεχομένη τὸν ὑετόν οὕτως οὑ̃τοι τὴν ἐμὴν λαλιάν |
24 ἐὰν γελάσω πρὸς αὐτούς οὐ μὴ πιστεύσωσιν καὶ φω̃ς του̃ προσώπου μου οὐκ ἀπέπιπτεν |
25 ἐξελεξάμην ὁδὸν αὐτω̃ν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλω̃ν |