Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 3

1 μετὰ του̃το ἤνοιξεν Ιωβ τὸ στόμα αὐτου̃
2 καὶ κατηράσατο τὴν ἡμέραν αὐτου̃ λέγων
3 ἀπόλοιτο ἡ ἡμέρα ἐν ἡ̨̃ ἐγεννήθην καὶ ἡ νύξ ἐν ἡ̨̃ εἰ̃παν ἰδοὺ ἄρσεν
4 ἡ ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος
5 ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ' αὐτὴν γνόφος
6 καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη ἀπενέγκαιτο αὐτὴν σκότος μὴ εἴη εἰς ἡμέρας ἐνιαυτου̃ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνω̃ν
7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή
8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κη̃τος χειρώσασθαι
9 σκοτωθείη τὰ ἄστρα τη̃ς νυκτὸς ἐκείνης ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα
10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμω̃ν μου
11 διὰ τί γὰρ ἐν κοιλία̨ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξη̃λθον καὶ οὐκ εὐθὺς ἀπωλόμην
12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
13 νυ̃ν ἂν κοιμηθεὶς ἡσύχασα ὑπνώσας δὲ ἀνεπαυσάμην
14 μετὰ βασιλέων βουλευτω̃ν γη̃ς οἳ ἠγαυριω̃ντο ἐπὶ ξίφεσιν
15 ἢ μετὰ ἀρχόντων ὡ̃ν πολὺς ὁ χρυσός οἳ ἔπλησαν τοὺς οἴκους αὐτω̃ν ἀργυρίου
16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι οἳ οὐκ εἰ̃δον φω̃ς
17 ἐκει̃ ἀσεβει̃ς ἐξέκαυσαν θυμὸν ὀργη̃ς ἐκει̃ ἀνεπαύσαντο κατάκοποι τω̨̃ σώματι
18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου
19 μικρὸς καὶ μέγας ἐκει̃ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτου̃
20 ἵνα τί γὰρ δέδοται τοι̃ς ἐν πικρία̨ φω̃ς ζωὴ δὲ ται̃ς ἐν ὀδύναις ψυχαι̃ς
21 οἳ ὁμείρονται του̃ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς
22 περιχαρει̃ς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν
23 θάνατος ἀνδρὶ ἀνάπαυμα συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτου̃
24 πρὸ γὰρ τω̃ν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβω̨
25 φόβος γάρ ὃν ἐφρόντισα ἠ̃λθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι
26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην ἠ̃λθεν δέ μοι ὀργή

ΙΩΒ, κεφαλίς 4

1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
2 μὴ πολλάκις σοι λελάληται ἐν κόπω̨ ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει
3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χει̃ρας ἀσθενου̃ς παρεκάλεσας
4 ἀσθενου̃ντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατου̃σιν θάρσος περιέθηκας
5 νυ̃ν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου σὺ δὲ ἐσπούδασας
6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνη̨ καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τη̃ς ὁδου̃ σου
7 μνήσθητι οὐ̃ν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο
8 καθ' ὃν τρόπον εἰ̃δον τοὺς ἀροτριω̃ντας τὰ ἄτοπα οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριου̃σιν ἑαυτοι̃ς
9 ἀπὸ προστάγματος κυρίου ἀπολου̃νται ἀπὸ δὲ πνεύματος ὀργη̃ς αὐτου̃ ἀφανισθήσονται
10 σθένος λέοντος φωνὴ δὲ λεαίνης γαυρίαμα δὲ δρακόντων ἐσβέσθη
11 μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους
12 εἰ δέ τι ῥη̃μα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν πότερον οὐ δέξεταί μου τὸ οὐ̃ς ἐξαίσια παρ' αὐτου̃
13 φόβοι δὲ καὶ ἠχὼ νυκτερινή ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους
14 φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστα̃ συνέσεισεν
15 καὶ πνευ̃μα ἐπὶ πρόσωπόν μου ἐπη̃λθεν ἔφριξαν δέ μου τρίχες καὶ σάρκες
16 ἀνέστην καὶ οὐκ ἐπέγνων εἰ̃δον καὶ οὐκ ἠ̃ν μορφὴ πρὸ ὀφθαλμω̃ν μου ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον
17 τί γάρ μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τω̃ν ἔργων αὐτου̃ ἄμεμπτος ἀνήρ
18 εἰ κατὰ παίδων αὐτου̃ οὐ πιστεύει κατὰ δὲ ἀγγέλων αὐτου̃ σκολιόν τι ἐπενόησεν
19 τοὺς δὲ κατοικου̃ντας οἰκίας πηλίνας ἐξ ὡ̃ν καὶ αὐτοὶ ἐκ του̃ αὐτου̃ πηλου̃ ἐσμεν ἔπαισεν αὐτοὺς σητὸς τρόπον
20 καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοι̃ς βοηθη̃σαι ἀπώλοντο
21 ἐνεφύσησεν γὰρ αὐτοι̃ς καὶ ἐξηράνθησαν ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν

ΙΩΒ, κεφαλίς 5

1 ἐπικάλεσαι δέ εἴ τίς σοι ὑπακούσεται ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψη̨
2 καὶ γὰρ ἄφρονα ἀναιρει̃ ὀργή πεπλανημένον δὲ θανατοι̃ ζη̃λος
3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας ἀλλ' εὐθέως ἐβρώθη αὐτω̃ν ἡ δίαιτα
4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτω̃ν ἀπὸ σωτηρίας κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος
5 ἃ γὰρ ἐκει̃νοι συνήγαγον δίκαιοι ἔδονται αὐτοὶ δὲ ἐκ κακω̃ν οὐκ ἐξαίρετοι ἔσονται ἐκσιφωνισθείη αὐτω̃ν ἡ ἰσχύς
6 οὐ γὰρ μὴ ἐξέλθη̨ ἐκ τη̃ς γη̃ς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος
7 ἀλλὰ ἄνθρωπος γεννα̃ται κόπω̨ νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται
8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι
9 τὸν ποιου̃ντα μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός
10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γη̃ν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν
11 τὸν ποιου̃ντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα
12 διαλλάσσοντα βουλὰς πανούργων καὶ οὐ μὴ ποιήσουσιν αἱ χει̃ρες αὐτω̃ν ἀληθές
13 ὁ καταλαμβάνων σοφοὺς ἐν τη̨̃ φρονήσει βουλὴν δὲ πολυπλόκων ἐξέστησεν
14 ἡμέρας συναντήσεται αὐτοι̃ς σκότος τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί
15 ἀπόλοιντο δὲ ἐν πολέμω̨ ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου
16 εἴη δὲ ἀδυνάτω̨ ἐλπίς ἀδίκου δὲ στόμα ἐμφραχθείη
17 μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου
18 αὐτὸς γὰρ ἀλγει̃ν ποιει̃ καὶ πάλιν ἀποκαθίστησιν ἔπαισεν καὶ αἱ χει̃ρες αὐτου̃ ἰάσαντο
19 ἑξάκις ἐξ ἀναγκω̃ν σε ἐξελει̃ται ἐν δὲ τω̨̃ ἑβδόμω̨ οὐ μὴ ἅψηταί σου κακόν
20 ἐν λιμω̨̃ ῥύσεταί σε ἐκ θανάτου ἐν πολέμω̨ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε
21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ οὐ μὴ φοβηθη̨̃ς ἀπὸ κακω̃ν ἐρχομένων
22 ἀδίκων καὶ ἀνόμων καταγελάση̨ ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθη̨̃ς
23 θη̃ρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι
24 εἰ̃τα γνώση̨ ὅτι εἰρηνεύσει σου ὁ οἰ̃κος ἡ δὲ δίαιτα τη̃ς σκηνη̃ς σου οὐ μὴ ἁμάρτη̨
25 γνώση̨ δὲ ὅτι πολὺ τὸ σπέρμα σου τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον του̃ ἀγρου̃
26 ἐλεύση̨ δὲ ἐν τάφω̨ ὥσπερ σι̃τος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθει̃σα
27 ἰδοὺ ταυ̃τα οὕτως ἐξιχνιάσαμεν ταυ̃τά ἐστιν ἃ ἀκηκόαμεν σὺ δὲ γνω̃θι σεαυτω̨̃ εἴ τι ἔπραξας

ΙΩΒ, κεφαλίς 6

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
2 εἰ γάρ τις ἱστω̃ν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγω̨̃ ὁμοθυμαδόν
3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ' ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαυ̃λα
4 βέλη γὰρ κυρίου ἐν τω̨̃ σώματί μού ἐστιν ὡ̃ν ὁ θυμὸς αὐτω̃ν ἐκπίνει μου τὸ αἱ̃μα ὅταν ἄρξωμαι λαλει̃ν κεντου̃σί με
5 τί γάρ μὴ διὰ κενη̃ς κεκράξεται ὄνος ἄγριος ἀλλ' ἢ τὰ σι̃τα ζητω̃ν εἰ δὲ καὶ ῥήξει φωνὴν βου̃ς ἐπὶ φάτνης ἔχων τὰ βρώματα
6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γευ̃μα ἐν ῥήμασιν κενοι̃ς
7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή βρόμον γὰρ ὁρω̃ τὰ σι̃τά μου ὥσπερ ὀσμὴν λέοντος
8 εἰ γὰρ δώ̨η καὶ ἔλθοι μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δώ̨η ὁ κύριος
9 ἀρξάμενος ὁ κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω
10 εἴη δέ μου πόλις τάφος ἐφ' ἡ̃ς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτη̃ς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεου̃ μου
11 τίς γάρ μου ἡ ἰσχύς ὅτι ὑπομένω ἢ τίς μου ὁ χρόνος ὅτι ἀνέχεταί μου ἡ ψυχή
12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι
13 ἠ̃ οὐκ ἐπ' αὐτω̨̃ ἐπεποίθειν βοήθεια δὲ ἀπ' ἐμου̃ ἄπεστιν
14 ἀπείπατό με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερει̃δέν με
15 οὐ προσει̃δόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κυ̃μα παρη̃λθόν με
16 οἵτινές με διευλαβου̃ντο νυ̃ν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς
17 καθὼς τακει̃σα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἠ̃ν
18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην
19 ἴδετε ὁδοὺς Θαιμανων ἀτραποὺς Σαβων οἱ διορω̃ντες
20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες
21 ἀτὰρ δὲ καὶ ὑμει̃ς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραυ̃μα φοβήθητε
22 τί γάρ μή τι ὑμα̃ς ἤ̨τησα ἢ τη̃ς παρ' ὑμω̃ν ἰσχύος ἐπιδέομαι
23 ὥστε σω̃σαί με ἐξ ἐχθρω̃ν ἢ ἐκ χειρὸς δυναστω̃ν ῥύσασθαί με
24 διδάξατέ με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι
25 ἀλλ' ὡς ἔοικεν φαυ̃λα ἀληθινου̃ ῥήματα οὐ γὰρ παρ' ὑμω̃ν ἰσχὺν αἰτου̃μαι
26 οὐδὲ ὁ ἔλεγχος ὑμω̃ν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμω̃ν φθέγμα ῥήματος ἀνέξομαι
27 πλὴν ὅτι ἐπ' ὀρφανω̨̃ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλω̨ ὑμω̃ν
28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμω̃ν οὐ ψεύσομαι
29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τω̨̃ δικαίω̨ συνέρχεσθε
30 οὐ γάρ ἐστιν ἐν γλώσση̨ μου ἄδικον ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετα̨̃

ΙΩΒ, κεφαλίς 7

1 πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τη̃ς γη̃ς καὶ ὥσπερ μισθίου αὐθημερινου̃ ἡ ζωὴ αὐτου̃
2 ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτου̃ καὶ τετευχὼς σκια̃ς ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτου̃
3 οὕτως κἀγὼ ὑπέμεινα μη̃νας κενούς νύκτες δὲ ὀδυνω̃ν δεδομέναι μοί εἰσιν
4 ἐὰν κοιμηθω̃ λέγω πότε ἡμέρα ὡς δ' ἂν ἀναστω̃ πάλιν πότε ἑσπέρα πλήρης δὲ γίνομαι ὀδυνω̃ν ἀπὸ ἑσπέρας ἕως πρωί
5 φύρεται δέ μου τὸ σω̃μα ἐν σαπρία̨ σκωλήκων τήκω δὲ βώλακας γη̃ς ἀπὸ ἰχω̃ρος ξύων
6 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλια̃ς ἀπόλωλεν δὲ ἐν κενη̨̃ ἐλπίδι
7 μνήσθητι οὐ̃ν ὅτι πνευ̃μά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδει̃ν ἀγαθόν
8 οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρω̃ντός με οἱ ὀφθαλμοί σου ἐν ἐμοί καὶ οὐκέτι εἰμὶ
9 ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανου̃ ἐὰν γὰρ ἄνθρωπος καταβη̨̃ εἰς ἅ̨δην οὐκέτι μὴ ἀναβη̨̃
10 οὐδ' οὐ μὴ ἐπιστρέψη̨ ἔτι εἰς τὸν ἴδιον οἰ̃κον οὐδὲ μὴ ἐπιγνω̨̃ αὐτὸν ἔτι ὁ τόπος αὐτου̃
11 ἀτὰρ οὐ̃ν οὐδὲ ἐγὼ φείσομαι τω̨̃ στόματί μου λαλήσω ἐν ἀνάγκη̨ ὤν ἀνοίξω πικρίαν ψυχη̃ς μου συνεχόμενος
12 πότερον θάλασσά εἰμι ἢ δράκων ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν
13 εἰ̃πα ὅτι παρακαλέσει με ἡ κλίνη μου ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδία̨ λόγον τη̨̃ κοίτη̨ μου
14 ἐκφοβει̃ς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις
15 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου ἀπὸ δὲ θανάτου τὰ ὀστα̃ μου
16 οὐ γὰρ εἰς τὸν αἰω̃να ζήσομαι ἵνα μακροθυμήσω ἀπόστα ἀπ' ἐμου̃ κενὸς γάρ μου ὁ βίος
17 τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νου̃ν εἰς αὐτὸν
18 ἢ ἐπισκοπὴν αὐτου̃ ποιήση̨ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινει̃ς
19 ἕως τίνος οὐκ ἐα̨̃ς με οὐδὲ προΐη̨ με ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνη̨
20 εἰ ἐγὼ ἥμαρτον τί δύναμαί σοι πρα̃ξαι ὁ ἐπιστάμενος τὸν νου̃ν τω̃ν ἀνθρώπων διὰ τί ἔθου με κατεντευκτήν σου εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον
21 καὶ διὰ τί οὐκ ἐποιήσω τη̃ς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τη̃ς ἁμαρτίας μου νυνὶ δὲ εἰς γη̃ν ἀπελεύσομαι ὀρθρίζων δὲ οὐκέτι εἰμί

ΙΩΒ, κεφαλίς 8

1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 μέχρι τίνος λαλήσεις ταυ̃τα πνευ̃μα πολυρη̃μον του̃ στόματός σου
3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον
4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτου̃ ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτω̃ν
5 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος
6 εἰ καθαρὸς εἰ̃ καὶ ἀληθινός δεήσεως ἐπακούσεταί σου ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης
7 ἔσται οὐ̃ν τὰ μὲν πρω̃τά σου ὀλίγα τὰ δὲ ἔσχατά σου ἀμύθητα
8 ἐπερώτησον γὰρ γενεὰν πρώτην ἐξιχνίασον δὲ κατὰ γένος πατέρων
9 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν σκιὰ γάρ ἐστιν ἡμω̃ν ἐπὶ τη̃ς γη̃ς ὁ βίος
10 ἠ̃ οὐχ οὑ̃τοί σε διδάξουσιν καὶ ἀναγγελου̃σιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα
11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου
12 ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθη̨̃ πρὸ του̃ πιει̃ν πα̃σα βοτάνη οὐχὶ ξηραίνεται
13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τω̃ν ἐπιλανθανομένων του̃ κυρίου ἐλπὶς γὰρ ἀσεβου̃ς ἀπολει̃ται
14 ἀοίκητος γὰρ αὐτου̃ ἔσται ὁ οἰ̃κος ἀράχνη δὲ αὐτου̃ ἀποβήσεται ἡ σκηνή
15 ἐὰν ὑπερείση̨ τὴν οἰκίαν αὐτου̃ οὐ μὴ στη̨̃ ἐπιλαβομένου δὲ αὐτου̃ οὐ μὴ ὑπομείνη̨
16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτου̃ ὁ ῥάδαμνος αὐτου̃ ἐξελεύσεται
17 ἐπὶ συναγωγὴν λίθων κοιμα̃ται ἐν δὲ μέσω̨ χαλίκων ζήσεται
18 ἐὰν καταπίη̨ ὁ τόπος ψεύσεται αὐτόν οὐχ ἑόρακας τοιαυ̃τα
19 ὅτι καταστροφὴ ἀσεβου̃ς τοιαύτη ἐκ δὲ γη̃ς ἄλλον ἀναβλαστήσει
20 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον πα̃ν δὲ δω̃ρον ἀσεβου̃ς οὐ δέξεται
21 ἀληθινω̃ν δὲ στόμα ἐμπλήσει γέλωτος τὰ δὲ χείλη αὐτω̃ν ἐξομολογήσεως
22 οἱ δὲ ἐχθροὶ αὐτω̃ν ἐνδύσονται αἰσχύνην δίαιτα δὲ ἀσεβου̃ς οὐκ ἔσται

ΙΩΒ, κεφαλίς 9

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
2 ἐπ' ἀληθείας οἰ̃δα ὅτι οὕτως ἐστίν πω̃ς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίω̨
3 ἐὰν γὰρ βούληται κριθη̃ναι αὐτω̨̃ οὐ μὴ ὑπακούση̨ αὐτω̨̃ ἵνα μὴ ἀντείπη̨ πρὸς ἕνα λόγον αὐτου̃ ἐκ χιλίων
4 σοφὸς γάρ ἐστιν διανοία̨ κραταιός τε καὶ μέγας τίς σκληρὸς γενόμενος ἐναντίον αὐτου̃ ὑπέμεινεν
5 ὁ παλαιω̃ν ὄρη καὶ οὐκ οἴδασιν ὁ καταστρέφων αὐτὰ ὀργη̨̃
6 ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων οἱ δὲ στυ̃λοι αὐτη̃ς σαλεύονται
7 ὁ λέγων τω̨̃ ἡλίω̨ καὶ οὐκ ἀνατέλλει κατὰ δὲ ἄστρων κατασφραγίζει
8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατω̃ν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης
9 ὁ ποιω̃ν Πλειάδα καὶ ἕσπερον καὶ ἀρκτου̃ρον καὶ ταμίεια νότου
10 ὁ ποιω̃ν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός
11 ἐὰν ὑπερβη̨̃ με οὐ μὴ ἴδω καὶ ἐὰν παρέλθη̨ με οὐδ' ὡ̃ς ἔγνων
12 ἐὰν ἀπαλλάξη̨ τίς ἀποστρέψει ἢ τίς ἐρει̃ αὐτω̨̃ τί ἐποίησας
13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν ὑπ' αὐτου̃ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν
14 ἐὰν δέ μου ὑπακούσηται ἠ̃ διακρινει̃ τὰ ῥήματά μου
15 ἐάν τε γὰρ ὠ̃ δίκαιος οὐκ εἰσακούσεταί μου του̃ κρίματος αὐτου̃ δεηθήσομαι
16 ἐάν τε καλέσω καὶ ὑπακούση̨ οὐ πιστεύω ὅτι εἰσακήκοέν μου
17 μὴ γνόφω̨ με ἐκτρίψη̨ πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενη̃ς
18 οὐκ ἐα̨̃ γάρ με ἀναπνευ̃σαι ἐνέπλησεν δέ με πικρίας
19 ὅτι μὲν γὰρ ἰσχύι κρατει̃ τίς οὐ̃ν κρίματι αὐτου̃ ἀντιστήσεται
20 ἐὰν γὰρ ὠ̃ δίκαιος τὸ στόμα μου ἀσεβήσει ἐάν τε ὠ̃ ἄμεμπτος σκολιὸς ἀποβήσομαι
21 εἴτε γὰρ ἠσέβησα οὐκ οἰ̃δα τη̨̃ ψυχη̨̃ πλὴν ὅτι ἀφαιρει̃ταί μου ἡ ζωή
22 διὸ εἰ̃πον μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή
23 ὅτι φαυ̃λοι ἐν θανάτω̨ ἐξαισίω̨ ἀλλὰ δίκαιοι καταγελω̃νται
24 παραδέδονται γὰρ εἰς χει̃ρας ἀσεβου̃ς πρόσωπα κριτω̃ν αὐτη̃ς συγκαλύπτει εἰ δὲ μὴ αὐτός τίς ἐστιν
25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως ἀπέδρασαν καὶ οὐκ εἴδοσαν
26 ἠ̃ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδου̃ ἢ ἀετου̃ πετομένου ζητου̃ντος βοράν
27 ἐάν τε γὰρ εἴπω ἐπιλήσομαι λαλω̃ν συγκύψας τω̨̃ προσώπω̨ στενάξω
28 σείομαι πα̃σιν τοι̃ς μέλεσιν οἰ̃δα γὰρ ὅτι οὐκ ἀθω̨̃όν με ἐάσεις
29 ἐπειδὴ δέ εἰμι ἀσεβής διὰ τί οὐκ ἀπέθανον
30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραι̃ς
31 ἱκανω̃ς ἐν ῥύπω̨ με ἔβαψας ἐβδελύξατο δέ με ἡ στολή
32 οὐ γὰρ εἰ̃ ἄνθρωπος κατ' ἐμέ ὡ̨̃ ἀντικρινου̃μαι ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν
33 εἴθε ἠ̃ν ὁ μεσίτης ἡμω̃ν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων
34 ἀπαλλαξάτω ἀπ' ἐμου̃ τὴν ῥάβδον ὁ δὲ φόβος αὐτου̃ μή με στροβείτω
35 καὶ οὐ μὴ φοβηθω̃ ἀλλὰ λαλήσω οὐ γὰρ οὕτω συνεπίσταμαι

ΙΩΒ, κεφαλίς 10

1 κάμνων τη̨̃ ψυχη̨̃ μου στένων ἐπαφήσω ἐπ' αὐτὸν τὰ ῥήματά μου λαλήσω πικρία̨ ψυχη̃ς μου συνεχόμενος
2 καὶ ἐρω̃ πρὸς κύριον μή με ἀσεβει̃ν δίδασκε καὶ διὰ τί με οὕτως ἔκρινας
3 ἠ̃ καλόν σοι ἐὰν ἀδικήσω ὅτι ἀπείπω ἔργα χειρω̃ν σου βουλη̨̃ δὲ ἀσεβω̃ν προσέσχες
4 ἠ̃ ὥσπερ βροτὸς ὁρα̨̃ καθορα̨̃ς ἢ καθὼς ὁρα̨̃ ἄνθρωπος βλέψη̨
5 ἠ̃ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός
6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας
7 οἰ̃δας γὰρ ὅτι οὐκ ἠσέβησα ἀλλὰ τίς ἐστιν ὁ ἐκ τω̃ν χειρω̃ν σου ἐξαιρούμενος
8 αἱ χει̃ρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταυ̃τα μεταβαλών με ἔπαισας
9 μνήσθητι ὅτι πηλόν με ἔπλασας εἰς δὲ γη̃ν με πάλιν ἀποστρέφεις
10 ἠ̃ οὐχ ὥσπερ γάλα με ἤμελξας ἐτύρωσας δέ με ἴσα τυρω̨̃
11 δέρμα καὶ κρέας με ἐνέδυσας ὀστέοις δὲ καὶ νεύροις με ἐνει̃ρας
12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνευ̃μα
13 ταυ̃τα ἔχων ἐν σεαυτω̨̃ οἰ̃δα ὅτι πάντα δύνασαι ἀδυνατει̃ δέ σοι οὐθέν
14 ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθω̨̃όν με πεποίηκας
15 ἐάν τε γὰρ ἀσεβὴς ὠ̃ οἴμμοι ἐάν τε ὠ̃ δίκαιος οὐ δύναμαι ἀνακύψαι πλήρης γὰρ ἀτιμίας εἰμί
16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ μεταβαλὼν δεινω̃ς με ὀλέκεις
17 ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν μου ὀργη̨̃ δὲ μεγάλη̨ μοι ἐχρήσω ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια
18 ἵνα τί οὐ̃ν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον ὀφθαλμὸς δέ με οὐκ εἰ̃δεν
19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνη̃μα οὐκ ἀπηλλάγην
20 ἠ̃ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος του̃ βίου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν
21 πρὸ του̃ με πορευθη̃ναι ὅθεν οὐκ ἀναστρέψω εἰς γη̃ν σκοτεινὴν καὶ γνοφεράν
22 εἰς γη̃ν σκότους αἰωνίου οὑ̃ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρα̃ν ζωὴν βροτω̃ν

ΙΩΒ, κεφαλίς 11

1 ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναι̃ος λέγει
2 ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται ἢ καὶ ὁ εὔλαλος οἴεται εἰ̃ναι δίκαιος εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος
3 μὴ πολὺς ἐν ῥήμασιν γίνου οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι
4 μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοι̃ς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτου̃
5 ἀλλὰ πω̃ς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ καὶ ἀνοίξει χείλη αὐτου̃ μετὰ σου̃
6 εἰ̃τα ἀναγγελει̃ σοι δύναμιν σοφίας ὅτι διπλου̃ς ἔσται τω̃ν κατὰ σέ καὶ τότε γνώση̨ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὡ̃ν ἡμάρτηκας
7 ἠ̃ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ
8 ὑψηλὸς ὁ οὐρανός καὶ τί ποιήσεις βαθύτερα δὲ τω̃ν ἐν ἅ̨δου τί οἰ̃δας
9 ἢ μακρότερα μέτρου γη̃ς ἢ εὔρους θαλάσσης
10 ἐὰν δὲ καταστρέψη̨ τὰ πάντα τίς ἐρει̃ αὐτω̨̃ τί ἐποίησας
11 αὐτὸς γὰρ οἰ̃δεν ἔργα ἀνόμων ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται
12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνω̨ ἐρημίτη̨
13 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου ὑπτιάζεις δὲ χει̃ρας πρὸς αὐτόν
14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου πόρρω ποίησον αὐτὸ ἀπὸ σου̃ ἀδικία δὲ ἐν διαίτη̨ σου μὴ αὐλισθήτω
15 οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν ἐκδύση̨ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθη̨̃ς
16 καὶ τὸν κόπον ἐπιλήση̨ ὥσπερ κυ̃μα παρελθὸν καὶ οὐ πτοηθήση̨
17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος ἐκ δὲ μεσημβρίας ἀνατελει̃ σοι ζωή
18 πεποιθώς τε ἔση̨ ὅτι ἔστιν σοι ἐλπίς ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανει̃ταί σοι εἰρήνη
19 ἡσυχάσεις γάρ καὶ οὐκ ἔσται ὁ πολεμω̃ν σε μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται
20 σωτηρία δὲ αὐτοὺς ἀπολείψει ἡ γὰρ ἐλπὶς αὐτω̃ν ἀπώλεια ὀφθαλμοὶ δὲ ἀσεβω̃ν τακήσονται

ΙΩΒ, κεφαλίς 12

1 ὑπολαβὼν δὲ Ιωβ λέγει
2 εἰ̃τα ὑμει̃ς ἐστε ἄνθρωποι ἠ̃ μεθ' ὑμω̃ν τελευτήσει σοφία
3 κἀμοὶ μὲν καρδία καθ' ὑμα̃ς ἐστιν
4 δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα
5 εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσει̃ν ὑπὸ ἄλλους οἴκους τε αὐτου̃ ἐκπορθει̃σθαι ὑπὸ ἀνόμων
6 οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθω̨̃ος ἔσεσθαι ὅσοι παροργίζουσιν τὸν κύριον ὡς οὐχὶ καὶ ἔτασις αὐτω̃ν ἔσται
7 ἀλλὰ δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν πετεινὰ δὲ οὐρανου̃ ἐάν σοι ἀπαγγείλωσιν
8 ἐκδιήγησαι δὲ γη̨̃ ἐάν σοι φράση̨ καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τη̃ς θαλάσσης
9 τίς οὐκ ἔγνω ἐν πα̃σι τούτοις ὅτι χεὶρ κυρίου ἐποίησεν ταυ̃τα
10 εἰ μὴ ἐν χειρὶ αὐτου̃ ψυχὴ πάντων τω̃ν ζώντων καὶ πνευ̃μα παντὸς ἀνθρώπου
11 οὐ̃ς μὲν γὰρ ῥήματα διακρίνει λάρυγξ δὲ σι̃τα γεύεται
12 ἐν πολλω̨̃ χρόνω̨ σοφία ἐν δὲ πολλω̨̃ βίω̨ ἐπιστήμη
13 παρ' αὐτω̨̃ σοφία καὶ δύναμις αὐτω̨̃ βουλὴ καὶ σύνεσις
14 ἐὰν καταβάλη̨ τίς οἰκοδομήσει ἐὰν κλείση̨ κατὰ ἀνθρώπων τίς ἀνοίξει
15 ἐὰν κωλύση̨ τὸ ὥδωρ ξηρανει̃ τὴν γη̃ν ἐὰν δὲ ἐπαφη̨̃ ἀπώλεσεν αὐτὴν καταστρέψας
16 παρ' αὐτω̨̃ κράτος καὶ ἰσχύς αὐτω̨̃ ἐπιστήμη καὶ σύνεσις
17 διάγων βουλευτὰς αἰχμαλώτους κριτὰς δὲ γη̃ς ἐξέστησεν
18 καθιζάνων βασιλει̃ς ἐπὶ θρόνους καὶ περιέδησεν ζώνη̨ ὀσφύας αὐτω̃ν
19 ἐξαποστέλλων ἱερει̃ς αἰχμαλώτους δυνάστας δὲ γη̃ς κατέστρεψεν
20 διαλλάσσων χείλη πιστω̃ν σύνεσιν δὲ πρεσβυτέρων ἔγνω
21 ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας ταπεινοὺς δὲ ἰάσατο
22 ἀνακαλύπτων βαθέα ἐκ σκότους ἐξήγαγεν δὲ εἰς φω̃ς σκιὰν θανάτου
23 πλανω̃ν ἔθνη καὶ ἀπολλύων αὐτά καταστρωννύων ἔθνη καὶ καθοδηγω̃ν αὐτά
24 διαλλάσσων καρδίας ἀρχόντων γη̃ς ἐπλάνησεν δὲ αὐτοὺς ὁδω̨̃ ἡ̨̃ οὐκ ἤ̨δεισαν
25 ψηλαφήσαισαν σκότος καὶ μὴ φω̃ς πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων

ΙΩΒ, κεφαλίς 13

1 ἰδοὺ ταυ̃τα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὐ̃ς
2 καὶ οἰ̃δα ὅσα καὶ ὑμει̃ς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμω̃ν
3 οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτου̃ ἐὰν βούληται
4 ὑμει̃ς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακω̃ν πάντες
5 εἴη δὲ ὑμι̃ν κωφευ̃σαι καὶ ἀποβήσεται ὑμι̃ν εἰς σοφίαν
6 ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε
7 πότερον οὐκ ἔναντι κυρίου λαλει̃τε ἔναντι δὲ αὐτου̃ φθέγγεσθε δόλον
8 ἠ̃ ὑποστελει̃σθε ὑμει̃ς δὲ αὐτοὶ κριταὶ γένεσθε
9 καλόν γε ἐὰν ἐξιχνιάση̨ ὑμα̃ς εἰ γὰρ τὰ πάντα ποιου̃ντες προστεθήσεσθε αὐτω̨̃
10 οὐθὲν ἡ̃ττον ἐλέγξει ὑμα̃ς εἰ δὲ καὶ κρυφη̨̃ πρόσωπα θαυμάσετε
11 πότερον οὐχὶ δεινὰ αὐτου̃ στροβήσει ὑμα̃ς φόβος δὲ παρ' αὐτου̃ ἐπιπεσει̃ται ὑμι̃ν
12 ἀποβήσεται δὲ ὑμω̃ν τὸ ἀγαυρίαμα ἴσα σποδω̨̃ τὸ δὲ σω̃μα πήλινον
13 κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμου̃
14 ἀναλαβὼν τὰς σάρκας μου τοι̃ς ὀδου̃σιν ψυχὴν δέ μου θήσω ἐν χειρί
15 ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἠ̃ρκται ἠ̃ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτου̃
16 καὶ του̃τό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτου̃ δόλος εἰσελεύσεται
17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελω̃ γὰρ ὑμω̃ν ἀκουόντων
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι του̃ κρίματός μου οἰ̃δα ἐγὼ ὅτι δίκαιος ἀναφανου̃μαι
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νυ̃ν κωφεύσω καὶ ἐκλείψω
20 δυει̃ν δέ μοι χρήση̨ τότε ἀπὸ του̃ προσώπου σου οὐ κρυβήσομαι
21 τὴν χει̃ρα ἀπ' ἐμου̃ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω
22 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν
24 διὰ τί ἀπ' ἐμου̃ κρύπτη̨ ἥγησαι δέ με ὑπεναντίον σοι
25 ἠ̃ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήση̨ ἢ ὡς χόρτω̨ φερομένω̨ ὑπὸ πνεύματος ἀντίκεισαί μοι
26 ὅτι κατέγραψας κατ' ἐμου̃ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τω̃ν ποδω̃ν μου ἀφίκου
28 ὃ παλαιου̃ται ἴσα ἀσκω̨̃ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον

ΙΩΒ, κεφαλίς 14

1 βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργη̃ς
2 ἢ ὥσπερ ἄνθος ἀνθη̃σαν ἐξέπεσεν ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στη̨̃
3 οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ του̃τον ἐποίησας εἰσελθει̃ν ἐν κρίματι ἐνώπιόν σου
4 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ἀλλ' οὐθείς
5 ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτου̃ ἐπὶ τη̃ς γη̃ς ἀριθμητοὶ δὲ μη̃νες αὐτου̃ παρὰ σοί εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβη̨̃
6 ἀπόστα ἀπ' αὐτου̃ ἵνα ἡσυχάση̨ καὶ εὐδοκήση̨ τὸν βίον ὥσπερ ὁ μισθωτός
7 ἔστιν γὰρ δένδρω̨ ἐλπίς ἐὰν γὰρ ἐκκοπη̨̃ ἔτι ἐπανθήσει καὶ ὁ ῥάδαμνος αὐτου̃ οὐ μὴ ἐκλίπη̨
8 ἐὰν γὰρ γηράση̨ ἐν γη̨̃ ἡ ῥίζα αὐτου̃ ἐν δὲ πέτρα̨ τελευτήση̨ τὸ στέλεχος αὐτου̃
9 ἀπὸ ὀσμη̃ς ὕδατος ἀνθήσει ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον
10 ἀνὴρ δὲ τελευτήσας ὤ̨χετο πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν
11 χρόνω̨ γὰρ σπανίζεται θάλασσα ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη
12 ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστη̨̃ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφη̨̃ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτω̃ν
13 εἰ γὰρ ὄφελον ἐν ἅ̨δη̨ με ἐφύλαξας ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξη̨ μοι χρόνον ἐν ὡ̨̃ μνείαν μου ποιήση̨
14 ἐὰν γὰρ ἀποθάνη̨ ἄνθρωπος ζήσεται συντελέσας ἡμέρας του̃ βίου αὐτου̃ ὑπομενω̃ ἕως ἂν πάλιν γένωμαι
15 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι τὰ δὲ ἔργα τω̃ν χειρω̃ν σου μὴ ἀποποιου̃
16 ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθη̨ σε οὐδὲν τω̃ν ἁμαρτιω̃ν μου
17 ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίω̨ ἐπεσημήνω δέ εἴ τι ἄκων παρέβην
18 καὶ πλὴν ὄρος πι̃πτον διαπεσει̃ται καὶ πέτρα παλαιωθήσεται ἐκ του̃ τόπου αὐτη̃ς
19 λίθους ἐλέαναν ὕδατα καὶ κατέκλυσεν ὕδατα ὕπτια του̃ χώματος τη̃ς γη̃ς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας
20 ὠ̃σας αὐτὸν εἰς τέλος καὶ ὤ̨χετο ἐπέστησας αὐτω̨̃ τὸ πρόσωπον καὶ ἐξαπέστειλας
21 πολλω̃ν δὲ γενομένων τω̃ν υἱω̃ν αὐτου̃ οὐκ οἰ̃δεν ἐὰν δὲ ὀλίγοι γένωνται οὐκ ἐπίσταται
22 ἀλλ' ἢ αἱ σάρκες αὐτου̃ ἤλγησαν ἡ δὲ ψυχὴ αὐτου̃ ἐπένθησεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.