1 προσθεὶς δὲ Ελιους ἔτι λέγει |
2 μει̃νόν με μικρὸν ἔτι ἵνα διδάξω σε ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις |
3 ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρω̃ |
4 ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνίεις |
5 γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον δυνατὸς ἰσχύι καρδίας |
6 ἀσεβη̃ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχω̃ν δώσει |
7 οὐκ ἀφελει̃ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτου̃ καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιει̃ αὐτοὺς εἰς νει̃κος καὶ ὑψωθήσονται |
8 καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας |
9 καὶ ἀναγγελει̃ αὐτοι̃ς τὰ ἔργα αὐτω̃ν καὶ τὰ παραπτώματα αὐτω̃ν ὅτι ἰσχύσουσιν |
10 ἀλλὰ του̃ δικαίου εἰσακούσεται καὶ εἰ̃πεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας |
11 ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν συντελέσουσιν τὰς ἡμέρας αὐτω̃ν ἐν ἀγαθοι̃ς καὶ τὰ ἔτη αὐτω̃ν ἐν εὐπρεπείαις |
12 ἀσεβει̃ς δὲ οὐ διασώ̨ζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἠ̃σαν |
13 καὶ ὑποκριταὶ καρδία̨ τάξουσιν θυμόν οὐ βοήσονται ὅτι ἔδησεν αὐτούς |
14 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτω̃ν ἡ δὲ ζωὴ αὐτω̃ν τιτρωσκομένη ὑπὸ ἀγγέλων |
15 ἀνθ' ὡ̃ν ἔθλιψαν ἀσθενη̃ καὶ ἀδύνατον κρίμα δὲ πραέων ἐκθήσει |
16 καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθρου̃ ἄβυσσος κατάχυσις ὑποκάτω αὐτη̃ς καὶ κατέβη τράπεζά σου πλήρης πιότητος |
17 οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα |
18 θυμὸς δὲ ἐπ' ἀσεβει̃ς ἔσται δι' ἀσέβειαν δώρων ὡ̃ν ἐδέχοντο ἐπ' ἀδικίαις |
19 μή σε ἐκκλινάτω ἑκὼν ὁ νου̃ς δεήσεως ἐν ἀνάγκη̨ ὄντων ἀδυνάτων καὶ πάντας τοὺς κραταιου̃ντας ἰσχύν |
20 μὴ ἐξελκύση̨ς τὴν νύκτα του̃ ἀναβη̃ναι λαοὺς ἀντ' αὐτω̃ν |
21 ἀλλὰ φύλαξαι μὴ πράξη̨ς ἄτοπα ἐπὶ του̃τον γὰρ ἐξείλω ἀπὸ πτωχείας |
22 ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτου̃ τίς γάρ ἐστιν κατ' αὐτὸν δυνάστης |
23 τίς δέ ἐστιν ὁ ἐτάζων αὐτου̃ τὰ ἔργα ἢ τίς ὁ εἴπας ἔπραξεν ἄδικα |
24 μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτου̃ τὰ ἔργα ὡ̃ν ἠ̃ρξαν ἄνδρες |
25 πα̃ς ἄνθρωπος εἰ̃δεν ἐν ἑαυτω̨̃ ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί |
26 ἰδοὺ ὁ ἰσχυρὸς πολύς καὶ οὐ γνωσόμεθα ἀριθμὸς ἐτω̃ν αὐτου̃ καὶ ἀπέραντος |
27 ἀριθμηταὶ δὲ αὐτω̨̃ σταγόνες ὑετου̃ καὶ ἐπιχυθήσονται ὑετω̨̃ εἰς νεφέλην |
28 ῥυήσονται παλαιώματα ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτω̃ν |
29 καὶ ἐὰν συνη̨̃ ἀπεκτάσεις νεφέλης ἰσότητα σκηνη̃ς αὐτου̃ |
30 ἰδοὺ ἐκτείνει ἐπ' αὐτὸν ηδω καὶ ῥιζώματα τη̃ς θαλάσσης ἐκάλυψεν |
31 ἐν γὰρ αὐτοι̃ς κρινει̃ λαούς δώσει τροφὴν τω̨̃ ἰσχύοντι |
32 ἐπὶ χειρω̃ν ἐκάλυψεν φω̃ς καὶ ἐνετείλατο περὶ αὐτη̃ς ἐν ἀπαντω̃ντι |
33 ἀναγγελει̃ περὶ αὐτου̃ φίλον αὐτου̃ κτη̃σις καὶ περὶ ἀδικίας |