1 μετὰ δὲ τὸ παύσασθαι Ελιουν τη̃ς λέξεως εἰ̃πεν ὁ κύριος τω̨̃ Ιωβ διὰ λαίλαπος καὶ νεφω̃ν |
2 τίς οὑ̃τος ὁ κρύπτων με βουλήν συνέχων δὲ ῥήματα ἐν καρδία̨ ἐμὲ δὲ οἴεται κρύπτειν |
3 ζω̃σαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι |
4 που̃ ἠ̃ς ἐν τω̨̃ θεμελιου̃ν με τὴν γη̃ν ἀπάγγειλον δέ μοι εἰ ἐπίστη̨ σύνεσιν |
5 τίς ἔθετο τὰ μέτρα αὐτη̃ς εἰ οἰ̃δας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτη̃ς |
6 ἐπὶ τίνος οἱ κρίκοι αὐτη̃ς πεπήγασιν τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαι̃ον ἐπ' αὐτη̃ς |
7 ὅτε ἐγενήθησαν ἄστρα ἤ̨νεσάν με φωνη̨̃ μεγάλη̨ πάντες ἄγγελοί μου |
8 ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτη̃ς ἐκπορευομένη |
9 ἐθέμην δὲ αὐτη̨̃ νέφος ἀμφίασιν ὁμίχλη̨ δὲ αὐτὴν ἐσπαργάνωσα |
10 ἐθέμην δὲ αὐτη̨̃ ὅρια περιθεὶς κλει̃θρα καὶ πύλας |
11 εἰ̃πα δὲ αὐτη̨̃ μέχρι τούτου ἐλεύση̨ καὶ οὐχ ὑπερβήση̨ ἀλλ' ἐν σεαυτη̨̃ συντριβήσεταί σου τὰ κύματα |
12 ἠ̃ ἐπὶ σου̃ συντέταχα φέγγος πρωινόν ἑωσφόρος δὲ εἰ̃δεν τὴν ἑαυτου̃ τάξιν |
13 ἐπιλαβέσθαι πτερύγων γη̃ς ἐκτινάξαι ἀσεβει̃ς ἐξ αὐτη̃ς |
14 ἠ̃ σὺ λαβὼν γη̃ν πηλὸν ἔπλασας ζω̨̃ον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γη̃ς |
15 ἀφει̃λας δὲ ἀπὸ ἀσεβω̃ν τὸ φω̃ς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας |
16 ἠ̃λθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας |
17 ἀνοίγονται δέ σοι φόβω̨ πύλαι θανάτου πυλωροὶ δὲ ἅ̨δου ἰδόντες σε ἔπτηξαν |
18 νενουθέτησαι δὲ τὸ εὐ̃ρος τη̃ς ὑπ' οὐρανόν ἀνάγγειλον δή μοι πόση τίς ἐστιν |
19 ποία̨ δὲ γη̨̃ αὐλίζεται τὸ φω̃ς σκότους δὲ ποι̃ος ὁ τόπος |
20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτω̃ν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτω̃ν |
21 οἰ̃δα ἄρα ὅτι τότε γεγέννησαι ἀριθμὸς δὲ ἐτω̃ν σου πολύς |
22 ἠ̃λθες δὲ ἐπὶ θησαυροὺς χιόνος θησαυροὺς δὲ χαλάζης ἑόρακας |
23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρω̃ν εἰς ἡμέραν πολέμου καὶ μάχης |
24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν |
25 τίς δὲ ἡτοίμασεν ὑετω̨̃ λάβρω̨ ῥύσιν ὁδὸν δὲ κυδοιμω̃ν |
26 του̃ ὑετίσαι ἐπὶ γη̃ν οὑ̃ οὐκ ἀνήρ ἔρημον οὑ̃ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτη̨̃ |
27 του̃ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ του̃ ἐκβλαστη̃σαι ἔξοδον χλόης |
28 τίς ἐστιν ὑετου̃ πατήρ τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου |
29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος πάχνην δὲ ἐν οὐρανω̨̃ τίς τέτοκεν |
30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν |
31 συνη̃κας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν 'Ωρίωνος ἤνοιξας |
32 ἠ̃ διανοίξεις μαζουρωθ ἐν καιρω̨̃ αὐτου̃ καὶ 'Έσπερον ἐπὶ κόμης αὐτου̃ ἄξεις αὐτά |
33 ἐπίστασαι δὲ τροπὰς οὐρανου̃ ἢ τὰ ὑπ' οὐρανὸν ὁμοθυμαδὸν γινόμενα |
34 καλέσεις δὲ νέφος φωνη̨̃ καὶ τρόμω̨ ὕδατος λάβρω̨ ὑπακούσεταί σου |
35 ἀποστελει̃ς δὲ κεραυνοὺς καὶ πορεύσονται ἐρου̃σιν δέ σοι τί ἐστιν |
36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην |
37 τίς δὲ ὁ ἀριθμω̃ν νέφη σοφία̨ οὐρανὸν δὲ εἰς γη̃ν ἔκλινεν |
38 κέχυται δὲ ὥσπερ γη̃ κονία κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθω̨ κύβον |
39 θηρεύσεις δὲ λέουσιν βοράν ψυχὰς δὲ δρακόντων ἐμπλήσεις |
40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτω̃ν κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες |
41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν νεοσσοὶ γὰρ αὐτου̃ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σι̃τα ζητου̃ντες |