ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 12,
στἰχοι 37-50
37 τοσαυ̃τα δὲ αὐτου̃ σημει̃α πεποιηκότος ἔμπροσθεν αὐτω̃ν οὐκ ἐπίστευον εἰς αὐτόν |
38 ἵνα ὁ λόγος ’Ησαΐου του̃ προφήτου πληρωθη̨̃ ὃν εἰ̃πεν κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη |
39 διὰ του̃το οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἰ̃πεν ’Ησαΐας |
40 τετύφλωκεν αὐτω̃ν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτω̃ν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ νοήσωσιν τη̨̃ καρδία̨ καὶ στραφω̃σιν καὶ ἰάσομαι αὐτούς |
41 ταυ̃τα εἰ̃πεν ’Ησαΐας ὅτι εἰ̃δεν τὴν δόξαν αὐτου̃ καὶ ἐλάλησεν περὶ αὐτου̃ |
42 ὅμως μέντοι καὶ ἐκ τω̃ν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται |
43 ἠγάπησαν γὰρ τὴν δόξαν τω̃ν ἀνθρώπων μα̃λλον ἤπερ τὴν δόξαν του̃ θεου̃ |
44 ’Ιησου̃ς δὲ ἔκραξεν καὶ εἰ̃πεν ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τòν πέμψαντά με |
45 καὶ ὁ θεωρω̃ν ἐμὲ θεωρει̃ τòν πέμψαντά με |
46 ἐγὼ φω̃ς εἰς τòν κόσμον ἐλήλυθα ἵνα πα̃ς ὁ πιστεύων εἰς ἐμὲ ἐν τη̨̃ σκοτία̨ μὴ μείνη̨ |
47 καὶ ἐάν τίς μου ἀκούση̨ τω̃ν ῥημάτων καὶ μὴ φυλάξη̨ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἠ̃λθον ἵνα κρίνω τòν κόσμον ἀλλ' ἵνα σώσω τòν κόσμον |
48 ὁ ἀθετω̃ν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τòν κρίνοντα αὐτόν ὁ λόγος ὃν ἐλάλησα ἐκει̃νος κρινει̃ αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ |
49 ὅτι ἐγὼ ἐξ ἐμαυτου̃ οὐκ ἐλάλησα ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω |
50 καὶ οἰ̃δα ὅτι ἡ ἐντολὴ αὐτου̃ ζωὴ αἰώνιός ἐστιν ἃ οὐ̃ν ἐγὼ λαλω̃ καθὼς εἴρηκέν μοι ὁ πατήρ οὕτως λαλω̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.