Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 13,  στἰχοι 5-20

εἰ̃τα βάλλει ὕδωρ εἰς τòν νιπτη̃ρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τω̃ν μαθητω̃ν καὶ ἐκμάσσειν τω̨̃ λεντίω̨ ὡ̨̃ ἠ̃ν διεζωσμένος
ἔρχεται οὐ̃ν πρòς Σίμωνα Πέτρον λέγει αὐτω̨̃ κύριε σύ μου νίπτεις τοὺς πόδας
ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὃ ἐγὼ ποιω̃ σὺ οὐκ οἰ̃δας ἄρτι γνώση̨ δὲ μετὰ ταυ̃τα
λέγει αὐτω̨̃ Πέτρος οὐ μὴ νίψη̨ς μου τοὺς πόδας εἰς τòν αἰω̃να ἀπεκρίθη ’Ιησου̃ς αὐτω̨̃ ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμου̃
λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χει̃ρας καὶ τὴν κεφαλήν
10 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ' ἔστιν καθαρòς ὅλος καὶ ὑμει̃ς καθαροί ἐστε ἀλλ' οὐχὶ πάντες
11 ἤ̨δει γὰρ τòν παραδιδόντα αὐτόν διὰ του̃το εἰ̃πεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε
12 ὅτε οὐ̃ν ἔνιψεν τοὺς πόδας αὐτω̃ν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτου̃ καὶ ἀνέπεσεν πάλιν εἰ̃πεν αὐτοι̃ς γινώσκετε τί πεποίηκα ὑμι̃ν
13 ὑμει̃ς φωνει̃τέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλω̃ς λέγετε εἰμὶ γάρ
14 εἰ οὐ̃ν ἐγὼ ἔνιψα ὑμω̃ν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμει̃ς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας
15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμι̃ν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμι̃ν καὶ ὑμει̃ς ποιη̃τε
16 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐκ ἔστιν δου̃λος μείζων του̃ κυρίου αὐτου̃ οὐδὲ ἀπόστολος μείζων του̃ πέμψαντος αὐτόν
17 εἰ ταυ̃τα οἴδατε μακάριοί ἐστε ἐὰν ποιη̃τε αὐτά
18 οὐ περὶ πάντων ὑμω̃ν λέγω ἐγὼ οἰ̃δα τίνας ἐξελεξάμην ἀλλ' ἵνα ἡ γραφὴ πληρωθη̨̃ ὁ τρώγων μου τòν ἄρτον ἐπη̃ρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτου̃
19 ἀπ' ἄρτι λέγω ὑμι̃ν πρò του̃ γενέσθαι ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι
20 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τòν πέμψαντά με
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.